Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.274
Not analysed yet
Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ. λέγει αὐτῇ ὁ Ἰησοῦς. Προφήτην ὄντως ὑπάρχειν καὶ Ἰουδαῖον οἰηθεῖσα τὸν Κύριον, τοῖς ἐπιχωρίοις ἔθεσι πολὺ δὴ λίαν ἐναβρύνεται, καὶ τῆς Ἰουδαίων ὑπονοίας βεβουλεῦσθαι τὰ κρείττω τοὺς Σαμαρείτας διισχυρίζεται. Ἰουδαῖοι μὲν γὰρ παχυτέρας ἔτι τὰς περὶ τῆς θείας τε καὶ ἀσωμάτου φύσεως διαλήψεις δεχόμενοι, ἐν μόνοις τοῖς Ἱεροσολύμοις, ἤτοι Σιὼν τῇ γείτονι χρῆναι προσκυνεῖσθαι τὸν ἐπὶ πάντας Θεὸν διετείνοντο, ὡς ὅλης ἅπαξ τῆς ἀῤῥήτου καὶ ἀκαταλήπτου φύσεως καταλυούσης ἐκεῖσε, καὶ χειροποιήτοις ἐναποκλεισθείσης ναοῖς. διὸ δὴ καὶ λίαν ἀσυνετοῦντες ἐπὶ τούτῳ διὰ τῆς τῶν προφητῶν ἠλέγχοντο φωνῆς, τοῦ Θεοῦ λέγοντος "Ὁ οὐρανός "μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον "οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς "καταπαύσεώς μου;" Σαμαρεῖται δὲ πάλιν οὐ πόῤῥω τῆς Ἰουδαίων ἀμαθίας κείμενοι, χώραν τε ὁμοῦ καὶ ἀπαιδευσίαν ἔχοντες ὅμορον, ἐν ὄρει τῷ Γαρίζειν οὕτω καλουμένῳ, καὶ προσεύχεσθαι δεῖν καὶ προσκυνεῖν οἰόμενοι, τὸ γελᾶσθαι δικαίως οὐ διαφεύγουσι. γέγονε δὲ καὶ αὐτοῖς τῆς ἀνοίας ἡ πρόφασις, τὸ δεδόσθαι τὴν εὐλογίαν ἐν ὄρει Γαρίζειν, καθὼς ἐν τῷ Δευτερονομίῳ γεγραμμένον εὑρίσκομεν. ταύτην ἡ γυνὴ τῷ Σωτῆρι τὴν ζήτησιν, ὥς τι μέγα καὶ δυσκατάληπτον πρόβλημα προΐσχεται λέγουσα Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ τὰ ἑξῆς.