Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.273
Not analysed yet
Λέγει αὐτῷ ἡ γυνή Ἄνδρα οὐκ ἔχω. λέγει αὐτῇ ὁ Ἰησοῦς Καλῶς εἶπες ὅτι ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. λέγει αὐτῷ ἡ γυνή. Καὶ τίνι λοιπὸν οὐκ ἂν εἴη καταφανὲς, ὡς οὐκ ἠγνόει μὲν ὁ Σωτὴρ τοῦ κατὰ νόμου συνῳκηκότος ἔρημον ὑπάρχειν αὐτὴν, πρόφασιν δὲ τοῦ ἀνακαλύψαι τὰ κεκρυμμένα τὴν τοῦ μὴ ὄντος ἀνδρὸς ἐποιήσατο ζήτησιν; ἦν γὰρ ἦν οὕτω μόλις ὠφελῆσαι θαυμάζουσαν οὐκέτι λοιπὸν ὡς ἕνα τῶν καθ' ἡμᾶς, ἀλλ' ὡς ὑπὲρ ἄνθρωπον ἤδη διὰ τοῦ παραδόξως εἰδέναι τὰ ἐν αὐτῇ. ἀποδέχεται δὲ χρησίμως ἄνδρα λέγουσαν οὐκ ἔχειν, καίτοι τοσούτοις συνεφθαρμένην· οὐ γὰρ σύνοδος ἐκ φιληδονίας, ἀλλ' ἡ κατὰ νόμον συναίνεσις καὶ σύνδεσμος ἐξ ἀγάπης καθαρᾶς τὸν ἀκατηγόρητον ἀποτελοῦσι γάμον. Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Μόλις ἀναλάμπει πρὸς νῆψιν, καὶ πάλιν οὔπω τελείαν. προφήτην γὰρ ἔτι καλεῖ τὸν προφητῶν Δεσπότην· πλὴν ἀμείνων ἢ πρότερον ἀνεδείχθη κατὰ βραχὺ, κατ' οὐδένα μὲν τρόπον πρὸς τοὺς ἐλέγχους ἀσχάλλουσα, τὴν δὲ ἀπὸ τοῦ σημείου δύναμιν εἰς ὠφέλειαν ἁρπάζουσα, καὶ μαλακῆς μὲν οὕτως ἐκβαίνουσα φρενὸς, μετρίως γεμὴν εἰς νεανικὸν ἀναβαίνουσα νοῦν, καὶ τῆς καρδίας τὸν ὀφθαλμὸν εἰς ἀήθη πραγμάτων θεωρίαν ἐκτείνουσα. ἐφ' ᾧ δὴ μάλιστα θαυμάζειν ἀκόλουθον τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνεξικακίαν τε ὁμοῦ καὶ δύναμιν, καὶ τὰς ἀπαιδεύτους διανοίας εἰς ἀξιάγαστον ἕξιν εὐκόλως μεταῤῥυθμίζοντος.