Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.276
Not analysed yet
ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. ΛΑΛΕΙ μὲν πάλιν ὡς Ἰουδαῖος καὶ ὡς ἄνθρωπος, τοῦτον καὶ νῦν ἀπαιτούσης τὸν τρόπον τῆς τοῦ πράγματος οἰκονομίας· οὐδὲ γὰρ ἂν καιροῦ τοῦ πρέποντος ἀπεσφάλη Χριστός· ἀπονέμει δέ τι καὶ πλέον εἰς σύνεσιν ταῖς Ἰουδαίων λατρείαις. Σαμαρεῖται μὲν γὰρ, ὡς ἐν ἁπλῷ τε καὶ ἀζητήτῳ λόγῳ προσκυνοῦσι τὸν Θεόν· Ἰουδαῖοι δὲ, διὰ νόμου καὶ προφητῶν τὴν τοῦ ὄντος γνῶσιν κατὰ τὸ ἐγχωροῦν δεχόμενοι. διὰ τοῦτο Σαμαρείτας μὲν οὐκ εἰδέναι φησὶν, ἐξεπίστασθαι δέ πως Ἰουδαίους, ἐξ ὧν καὶ ἀναδειχθήσεσθαι τὴν σωτηρίαν, ἑαυτὸν δηλονότι διισχυρίζεται. ἀπὸ γὰρ σπέρματος Δαυεὶδ τὸ κατὰ σάρκα Χριστὸς, φυλῆς δὲ τῆς Ἰούδα γέγονεν ὁ Δαυείδ. ἐν δὲ τοῖς προσκυνοῦσιν ἑαυτὸν κατατάττει πάλιν ὡς ἄνθρωπος, ὁ μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς, πρός τε ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενος. ἐπειδὴ γὰρ τὸ οἰκετικὸν περιεβάλετο σχῆμα, τὴν οἰκέτῃ πρέπουσαν ἀποπληροῖ λειτουργίαν, οὐκ ἀπολέσας τὸ εἶναι Θεὸς καὶ Κύριος καὶ προσκυνητός· μένει γὰρ ὁ αὐτὸς εἰ καὶ