Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.277
Not analysed yet
γέγονεν ἄνθρωπος, ἀποσώζων δὲ πανταχῆ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον. Κἂν μεγάλην ἴδῃς καὶ ὑπερφυᾶ τὴν ταπείνωσιν, θαυμαστὴς εἰσέρχου, μὴ κατήγορος, μὴ φιλεγκλήμων, μᾶλλον δὲ μιμητής. τοιούτους ὁ Παῦλος ἡμᾶς ὁρᾶσθαι βούλεται λέγων "Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν "Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν "ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν "δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ "σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν." ὁρᾷς ὅπως ταπεινοφροσύνης ὑπόδειγμα γέγονεν ἡμῖν ὁ Υἱὸς ἐν ἰσότητι μὲν ὑπάρχων τοῦ Πατρὸς καὶ ἐν μορφῇ, καθὰ γέγραπται· καταβεβηκὼς δὲ δι' ἡμᾶς εἰς ἑκούσιον ὑπακοὴν καὶ ταπείνωσιν; πῶς οὖν ἄρα τὸ τῆς ὑπακοῆς, πῶς δὲ τὸ τῆς ταπεινώσεως ἔδει φαίνεσθαι σχῆμα, ἢ δηλονότι διὰ πραγμάτων καὶ λόγων τῆς θεοπρεποῦς ἀξίας ὑποβεβηκότων, καὶ πολὺ τὸ ἔλαττον ἐχόντων ἢ ἐν οἷσπερ ἦν γυμνὸς ἔτι παρὰ Πατρὶ Λόγος, καὶ ἀσύμπλοκος τῆς τοῦ δούλου μορφῆς; ποῦ γὰρ ὅλως αὐτὸν καταβεβηκέναι φήσομεν, εἰ μή τι καὶ τῶν παρ' ἀξίαν ὑπομεῖναι δώσομεν; γέγονε δὲ πῶς ἐν ἀνθρώπων ὁμοιώματι κατὰ τὴν τοῦ Παύλου φωνὴν, εἰ μὴ τὸ ἀνθρώποις πρέπον ἐμιμήσατο; πρᾶγμα δὲ ἀνθρώποις πρεπωδέστατον ἡ προσκύνησις, ὡς ἐν ὀφλήματος τάξει κατατιθεμένη τε καὶ προσαγομένη πρὸς ἡμῶν τῷ Θεῷ. οὐκοῦν προσκυνεῖ μὲν ὡς ἄνθρωπος, ὅτε γέγονεν ἄνθρωπος, προσκυνεῖται δὲ ἀεὶ μετὰ Πατρὸς, ἐπεὶ Θεὸς ἦν ἐστί τε καὶ ἔσται κατὰ φύσιν καὶ ἀληθινός. Ἀλλ' οὐκ ἀνέξεται πάλιν ὁ δι' ἐναντίας, ἐκεῖνο δὲ λέγων ἀνταναστήσεται Μὴ ξενίζου προσκυνεῖν ὅτε φαμὲν τὸν Υἱόν·