Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.278
Not analysed yet
οὐ γὰρ οὕτως οἰόμεθα χρῆναι προσκυνεῖν αὐτὸν τῷ Πατρὶ, ὥσπερ οὖν ἀμέλει καὶ ἡμᾶς ἢ καὶ ἀγγέλους τυχὸν, ἀλλ' ἐξαίρετός τις ἐστὶν ἡ Υἱοῦ προσκύνησις, καὶ πολὺ τῆς παρ' ἡμῶν ἐν ἀμείνοσι. Τί οὖν πρὸς ταῦτα πάλιν ἐροῦμεν ἡμεῖς; Ὡς ἀξιολογωτάτην, ὦ ἄνθρωπε, περιτιθεὶς τῷ Μονογενεῖ τὴν δουλείαν, καὶ οἰκετικὸν ἀξίωμα τοῖς ἐξ ἀπάτης καταχρυσώσας λόγοις τισὶν, οἴει παρακρουόμενος. παῦσαι δοξάζων ἐν ἀτιμίᾳ τὸν Υἱὸν, ἵνα μείνῃς τιμῶν τὸν Πατέρα· "Ὁ γὰρ μὴ τιμῶν τὸν "Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ," καθὰ γέγραπται. τί γὰρ εἰπέ μοι πρὸς ἐλευθερίαν ὀνήσει τὸν Μονογενῆ, τὸ ἐξαίρετον παρ' ἡμᾶς ποιεῖσθαι τῷ Πατρὶ τὴν προσκύνησιν; ἕως γὰρ ἂν ἐν τοῖς προσκυνοῦσιν εὑρίσκηται, δοῦλος ἔσται πάντως, καὶ εἰ νοοῖτο προσκυνητὴς ἐξαίρετος, διοίσει δὲ τῶν κτισμάτων κατὰ μὲν τὸ εἶναι γενητὸς οὐδαμῶς, ὑπεροχαῖς δὲ μόνον ταῖς ἄλλαις, ὥσπερ ἀνθρώπων ὁ Μιχαὴλ, ἢ καὶ ἑτέρα τις τῶν ἁγίων καὶ λογικὴ δύναμις, ᾗ τὸ μὲν προὔχειν τῶν ἐπὶ τῆς γῆς οὐσιωδῶς ὁρᾶται προσπεφυκὸς, ἢ κατὰ τὸν τῆς ἁγιότητος λόγον, ἢ καί τινι δόξης πλεονασμῷ, δόξαν οὕτω τῷ πάντων ἀριστοτέχνῃ Θεῷ· τὸ γεμὴν τοῖς γενητοῖς συντετάχθαι, κατὰ τὸν τοῦ πεποιῆσθαι λόγον, πρὸς τὰ ἄλλα κοινόν. οὐκοῦν οὐδαμόθεν τὸ εἶναι γενητὸς ὁ ἐν Πατρὶ καὶ ἐκ Πατρὸς φυσικῶς διαφεύξεται Λόγος, κἂν ἐξαιρέτως λέγηται προσκυνεῖν. εἶτα πῶς Υἱὸς ἔτι τὸ ποιηθὲν, ἢ πῶς κατὰ φύσιν Κύριος ὁ δοῦλος καὶ λάτρης; οἶμαι γὰρ ἔγωγε τὸ μὲν βασιλικόν τε καὶ δεσποτικὸν ἐν τῷ προσκυνεῖσθαι διαλάμπειν ἀξίωμα· τὸ δὲ οἰκετικόν τε καὶ δουλοπρεπὲς ὁρίζεσθαι μέτρον ἐν τῷ προσκυνεῖν. τῷ γὰρ ὑποπίπτειν