Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.280
Not analysed yet
θελῆσαι τὸν Υἱὸν προσάγειν τῷ Πατρὶ τὴν προσκύνησιν, στοχασταὶ μᾶλλόν εἰσιν ἢ τῆς ἀληθείας ἐπιστήμονες. τί δ' ἂν κωλύσαι καὶ ἑτέρους εἰπεῖν, ῥιψοκίνδυνόν τινα πλαττομένους εὐσέβειαν, ὅτι θελητὸν τῷ Πατρὶ προσκυνεῖν τῷ Υἱῷ, καίτοι κατὰ φύσιν οὐκ ὄντι προσκυνητῇ; Ἀλλ' αὐτὸ, φησὶ, τὸ πρέπον, τὸ μὲν τοῦ Πατρὸς ὑπεξελεῖται πρόσωπον, ὑποθήσει δὲ τῷ πράγματι τὸν Υἱὸν, οὐκ ἀβούλητον ἔχοντα τὸ προσκυνεῖν τῷ Πατρί. Τί φῂς, ὦ οὗτος; πάλιν ἡμῖν ὡς ἐξ ἀδύτων, ἤτοι τριπόδων Ἑλληνικῶν, ἀναφέρεις τὰς μαντείας, ἢ κατ' ἐκεῖνον ἔρχῃ "τὸν ἐλαμίτην Σαμέαν" τὰ ἀπὸ καρδίας ἐρευγόμενος σῆς, καὶ οὐκ ἀπὸ στόματος Κυρίου; τὸ δὲ πρέπον ἡμῖν, ὡς ἀκαταγώνιστον ἐν τούτοις, ἀντεξάγων οὐκ ἐρυθριᾷς; ἢ γὰρ οὐκ οἴῃ πρέπειν τὸν ὄντα κατὰ φύσιν Θεὸν, Θεὸν ἔχειν τὸν ἐξ αὐτοῦ γεννηθέντα Λόγον καὶ τὸν ᾧ προσκυνεῖ πᾶσα ἡ κτίσις, προσκυνουμένου δὲ μᾶλλον ἢ προσκυνοῦντος Υἱοῦ Πατέρα καλεῖσθαι καὶ εἶναι τῇ φύσει; ἀλλ' οἶμαι τοῖς ὄντως σοφοῖς οὐκ ἀπᾴδοντα λέγειν. πῶς δὲ καὶ πρέπειν ὁριούμεθα προσκυνεῖσθαι παρὰ τοῦ ἰδίου γεννήματος τὸν Πατέρα, τοσαύτην ὑπομενούσης ζημίαν τῆς ἐπ' ἀμφοῖν ὑπολήψεως; πρῶτον μὲν γὰρ οὔτε ἐν ἰσότητι τῆς ἀξίας, οὔτε ἐν ἀπαραλλάκτῳ τῆς φύσεως εἰκόνι τὸ μὴ προσκυνοῦν τῷ προσκυνοῦντι κείσεται. προσκυνεῖ γὰρ ὡς ἐλάττων, καὶ οὐ ποσότητι μετρητὸς τῇ κατά τι τῶν προσπεφυκότων· οὐ γὰρ ἐλάττων ἔσται Θεὸς ἢ Κύριος· ἀλλ' ὡς ὅρῳ διαφέρων τῷ κατὰ τὸν τοῦ πῶς εἶναι λόγον. εἶτα πῶς ἀληθὴς ἀναφανεῖται λέγων "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα;" πῶς δὲ χρῆναι τιμᾶσθαί φησιν ἑαυτὸν οὐκ ἐν ἐλάττονι μοίρᾳ τοῦ Πατρὸς, τὸ ἴσον οὐκ ἔχων ἐν δόξῃ κατά γε τὸν τοῦ προσκυνοῦντος λόγον; εἶτα πρὸς τούτῳ, καὶ αὐτὸς ἡμῖν ὁ Πατὴρ οὐ τῆς