Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.281
Not analysed yet
τυχούσης ἀκοσμίας εἴσω γεγονὼς ὀφθήσεται. δόξα μὲν γὰρ αὐτῷ τὸ γεννῆσαι τοιοῦτον, ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν αὐτός· ἐκ δὲ τῶν ἐναντίων αἶσχος οὐ μικρὸν ἑτερογενῆ τε καὶ ἔκφυλον ἔχειν τὸν ἐξ ἑαυτοῦ, καὶ παθεῖν τι τοιοῦτον, ὃ καὶ αὐτὴ τῶν γενητῶν ἀπενάρκησεν ἡ φύσις. τίκτει γὰρ ἑαυτῶν οὐκ αἰσχίονα τὰ τοῦ τίκτειν λαχόντα τὴν δύναμιν, ὅρῳ καὶ βουλήσει τοῦ πάντων Δημιουργοῦ. "Ἐξενεγκάτω "γὰρ, φησὶν, ἡ γῆ βοτάνην χόρτου, καὶ ξύλον κάρπιμον "φέρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοίωσιν." οὐκοῦν ἐν δευτέροις μὲν τῶν γενητῶν ἔσται τὸ θεῖον, εἴπερ ἐκεῖνα μὲν ἐν τούτοις, τὸ δὲ οὐδαμῶς· ὃ δὲ πρέπειν τε ὁμοῦ καὶ διωρίσθαι καλῶς ἐπὶ ταῖς ἐκ τῶν ὄντων διαδοχαῖς ἐπεψηφίζετο, τούτου δὴ καὶ μόνος ἁλώσεται διαμαρτών. Τίς ἂν οὖν, ὦ βέλτιστοι, λεγόντων ἀνάσχοιτο, πρέπειν τῷ ἰδίῳ γεννήτορι προσκυνεῖν τὸν Υἱόν; ἐπειδὴ δὲ τοῖς παρ' ὑμῶν προστέθειται λόγοις, ὡς οὐδὲ ἀνεθέλητον τῷ Μονογενεῖ τὸ πρᾶγμά ἐστι, καὶ ταύτην ἡμῖν ἐπιτειχίζετε τὴν ἀναπόδεικτον ἀφορμὴν ἀπὸ μόνου λαβόντες τοῦ πρέποντος, φέρε πάλιν ἐκ τῶν ἱερῶν γραμμάτων καὶ τοῦτο κατασκεψώμεθα, ὅθεν οἶμαι μάλιστα προσήκειν θηρᾶσθαι σπουδάζειν τὴν ἐφ' ἑκάστῳ τῶν ζητουμένων ἀπόδειξιν. οὐκοῦν ὁ μὲν νόμος συντελεῖσθαι παρ' ἑκάστου τῶν Ἰουδαίων τῷ ἐπὶ πάντας ὄντι Θεῷ "τὸ ἥμισυ τοῦ διδράχμου" προσέταττεν, οὐκ ἀργυρολογίας ἐπινοήσας εὕρεσιν, οὐδὲ χρημάτων εἰκαῖον ἐρανισμὸν, ἀλλὰ παίδευσίν τινα δι' ἐναργεστάτων ὑπεμφαίνουσαν τύπων· πρῶτον μὲν, ὅτι κύριός ἐστιν οὐδεὶς τῆς ἰδίας κεφαλῆς, ἕνα δὲ οἱ πάντες κεκτήμεθα τῇ τῶν τελεσμάτων καταθήκῃ πρὸς δουλείαν καταγραφόμενοι· εἶτα πρὸς τούτοις τὰς ἐκ νοῦ τε καὶ πνευματικὰς καρποφορίας, ὡς ἐν παχυτέρῳ πάλιν ζωγραφοῦσαν γράμματί τε καὶ πράγματι.