Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.29
Not analysed yet
πλεονεξίαν γενομένους διαβολικήν· καὶ δὴ καὶ ἔφασκεν, ὡς πρὸς τὸν Θεὸν καὶ Πατέρα "Ἐξαπόστειλον τὸ φῶς σου καὶ "τὴν ἀλήθειάν σου." ποῖον οὖν ἄρα ἐστὶ τὸ φῶς, ποία δὲ ἡ ἀλήθεια, αὐτοῦ λέγοντος ἄκουε τοῦ Υἱοῦ Ἐγώ εἰμι τὸ φῶς καὶ ἐγώ εἰμι ἡ ἀλήθεια· εἰ δὲ πέμπεται πρὸς ἡμᾶς τὸ φῶς καὶ ἡ ἀλήθεια τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, πῶς οὐχ ἕτερός ἐστι παρ' αὐτὸν, ὅσον εἰς τὸ ἰδίως ὑπάρχειν, εἰ καὶ ἕν ἐστιν ὡς πρὸς αὐτὸν, ὅσον εἰς τὴν τῆς οὐσίας ταυτότητα; εἰ γὰρ μὴ οὕτως ἔχειν οἴονταί τινες, ὁ αὐτὸς δὲ καὶ εἷς ἐστι Πατὴρ καὶ Υἱὸς, τί μὴ ἕτερον ἐποιεῖτο τὸν τῆς εὐχῆς τρόπον ὁ πνευματοφόρος βοῶν Ἐλθὲ πρὸς ἡμᾶς ὦ φῶς καὶ ἀλήθεια; ἐπειδὴ δὲ τό Ἐξαπόστειλον λέγει, δῆλος ἂν εἴη λοιπὸν, ἕτερον μέν τινα τὸν ἀποστέλλοντα εἰδὼς, ἕτερον δὲ τὸν ἀποστελλόμενον· ὁ δὲ τῆς ἀποστολῆς τρόπος νοείσθω θεοπρεπῶς. Ἄλλο. Δι' Υἱοῦ πεποιῆσθαι τὰ πάντα φασὶν αἱ θεῖαι γραφαὶ "τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ "τὰ ἐπὶ τῆς γῆς," καὶ οὕτω πιστεύοντες ἐν ὀρθότητι λογισμῶν, καὶ τῶν τῆς εὐσεβείας δογμάτων εἴσω βεβήκαμεν οἱ τῆς ἀληθείας προσκυνηταί· οὐκοῦν ἐξετάζωμεν τό Δι' Υἱοῦ, καὶ ποίαν ἡμῖν εἰσφέρει τὴν διάνοιαν ἐρευνήσωμεν. ἀλλ' ἔστι δῆλον, ὡς ἕτερον μέν τινα νοεῖν ἀναπείθει τὸν ποιοῦντα καὶ ἐργαζόμενον, ἕτερον δέ τινα τὸν δι' οὗ τὰ πάντα ἐργάζεται. δύο γὰρ προσώπων ὡς ἐξ ἀνάγκης παράστασιν ἔχει τό Δι' Υἱοῦ. ἢ λεγέτωσαν κατὰ τίνα τρόπον τὸ ἓν ὡς ἐν ἀριθμῷ καὶ τῇ κατ' αὐτὸν ποσότητι ἐν τῷ τι ποιεῖν λέγεσθαι, τό Δι' Υἱοῦ κυρίως τε καὶ ἀληθῶς ἐπιδέξεται, οὐδενὸς ἑτέρου συνεπινοουμένου καὶ συνειστρέχοντος· ἀλλ' οἶμαι παντελῶς ἀπορήσειν τὸν δι' ἐναντίας. ἐπειδὴ δὲ δι' Υἱοῦ τὸν Πατέρα τὰ πάντα εἰργάσθαι, καὶ αὐταὶ κηρύττουσιν