Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.28
Not analysed yet
τοῦ Πατρὸς, τίς ἦν ἡ χρεία μὴ πρὸς ἑνάδα μᾶλλον, ἀλλ' εἰς τριάδα κελεύειν βαπτίζεσθαι τοὺς πιστεύοντας; ἐπειδὴ δὲ εἰς τὸν τρεῖς ἀριθμὸν ὁ περὶ τῆς θείας φύσεως ἐκτρέχει λόγος, πρόδηλον δήπου πᾶσίν ἐστιν, ὡς ἐν ὑποστάσει μὲν ἰδίᾳ τῶν ἀριθμουμένων ἕκαστον εἶναι· τῷ δὲ μηδαμόθεν ἐξηλλάχθαι κατὰ τὴν φύσιν, εἰς μίαν ἀναβαίνει Θεότητα, καὶ προσκύνησιν ἔχει τὴν αὐτήν. Ἄλλο. Ἐξ ὀργῆς ἐμπεπρῆσθαι Θεοῦ τὰς τῶν Σοδομιτῶν πόλεις ἡ θεία λέγει γραφή· ἐξηγουμένη δὲ ὅπως αὐτοῖς ὁ θεῖος ἐπενήνεκται θυμὸς, καὶ τὸν τρόπον τῆς ἀπωλείας ἐκδιδάσκουσα σαφῶς, "Ἔβρεξε, φησὶ, Κύριος "παρὰ Κυρίου ἐπὶ Σόδομα πῦρ καὶ θεῖον·" ἐπεὶ καὶ αὕτη τοῖς ἐκεῖνα πλημμελεῖν εἰωθόσιν ἡ μερὶς τοῦ ποτηρίου πρεπωδεστάτη. ποῖος οὖν ἄρα Κύριος παρὰ ποίου Κυρίου τὸ πῦρ ἐπηφίει, καὶ τὰς τῶν Σοδομιτῶν κατέφλεξε πόλεις; ἀλλ' ἔστι δῆλον, ὡς ὁ Πατὴρ δι' Υἱοῦ πάντα ἐνεργῶν, ἐπεὶ καὶ δύναμις αὐτοῦ καὶ βραχίων ἐστὶν, αὐτὸν Σοδομίταις ὕειν ἐποίει τὸ πῦρ. ὅτε τοίνυν Κύριος παρὰ Κυρίου τὸ πῦρ ἐκείνοις ἐφίησι, πῶς οὐχ ἕτερος, ὅσον εἰς τὸ ἰδίως ὑπάρχειν, παρὰ τὸν Υἱὸν ὁ Πατὴρ, καὶ αὖ πάλιν ὁ Υἱὸς παρὰ τὸν Πατέρα; τὸ γὰρ ἓν ὡς ἐξ ἑνὸς ἐν τούτῳ σημαίνεται. Ἄλλο. Προφητικῷ κινούμενος πνεύματι, καὶ δι' αὐτοῦ τὰ ἐσόμενα προγινώσκων ὁ μακάριος ψαλμῳδὸς, οὐχ ἑτέρως δύνασθαι διασωθῆναι τὸ γένος ἐνενόει τὸ ἀνθρώπινον, εἰ μὴ διὰ μόνης τῆς ἐπιφανείας τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ πάντα ῥᾳδίως, ἐφ' ὅπερ ἂν βούλοιτο, μεταῤῥυθμίζειν ἰσχύοντος. διά τοι τοῦτο πέμπεσθαι πρὸς ἡμᾶς παρεκάλει τὸν Υἱὸν, ἅτε δὴ καὶ μόνον αὐτὸν διασώζειν ἰσχύοντα τοὺς ὑπὸ χεῖρα καὶ