Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.298
Not analysed yet
ἀνασωθήσεσθαι καύχημα διὰ πίστεως τῆς εἰς αὐτόν· ἀνακεράσας δὲ ὥσπερ καὶ ταῖς εἰς ἀλλήλους συνεργίαις ἀναμίξας τὸν ἑκατέρων πόνον, μίαν ἔσεσθαί φησι, καὶ μάλα εἰκότως, ἐπ' ἀμφοῖν τὴν φιλοτιμίαν. εἰσβεβηκέναι γεμὴν ἐπὶ τοῖς τῶν ἁγίων προφητῶν τοὺς ἀποστόλους διαβεβαιοῦται πόνοις, ταῖς τῶν προλαβόντων εὐκλείαις οὐκ ἐπιτρέπων ἐνάλλεσθαι, τιμᾶν δὲ μᾶλλον ἀναπείθων αὐτοὺς, ὡς ἡγησαμένους ἔν τε πόνῳ καὶ χρόνῳ· κάλλιστον δὲ δήπου καὶ ἡμῖν ὅτι δὴ πάντως ἔσται τὸ μάθημα, τίς ὁ συναινεῖν παραιτούμενος; Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. Κατακρίνεται πάλιν καὶ διὰ τούτων ὁ Ἰσραὴλ, καὶ διὰ τῆς τῶν Σαμαρειτῶν εὐπειθείας, ἀφιλομαθής τε ὁμοῦ καὶ ἀπηνὴς ἐξελέγχεται. θαυμάζει γὰρ λίαν ὁ Εὐαγγελιστὴς πολλοὺς εἰς Χριστὸν πεπιστευκέναι λέγων διὰ τὸν λόγον τῆς γυναικὸς, καίτοι τῶν διὰ νόμου παιδαγωγουμένων εἰς τὴν ἐπὶ τούτῳ γνῶσιν, οὔτε τὰς Μωυσέως παραδεξαμένων φωνὰς οὔτε τοῖς προφητῶν ὅτι πείθεσθαι χρὴ διεγνωκότων κηρύγμασι προκατασκευάζει δὲ διὰ τούτων, μᾶλλον δὲ προαπολογεῖται σοφῶς, ὅτι χάριτός τε καὶ ἐλπίδος τῆς εἰς Χριστὸν ἐξωσθήσεται μὲν εὐλόγως ὁ Ἰσραὴλ, ἀντεισβήσεται δὲ τῶν ἐθνῶν ἤτοι τῶν ἀλλογενῶν ἡ εὐπειθεστέρα πληθύς. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς. καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ. Ἐξηγεῖται μὲν ὡς ἐν ἁπλότητι λόγων, ὃ δὴ γενέσθαι συμβέβηκεν. ἑτέραν δὲ ὥσπερ ἐξαρτύει πάλιν ἀπόδειξιν,