Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.297
Not analysed yet
νόμῳ δουλεύοντας, καὶ μόνῳ προσκαθημένους τῷ γράμματι, μεταθήσει δὲ δίκην δραγμάτων εἰς ἕξιν τε καὶ πολιτείαν εὐαγγελικὴν, ἀποκερεῖ δὲ ὁμοίως πολυθέου μὲν πλάνης τὸν τῶν εἰδώλων προσκυνητὴν, μετοίσει δὲ πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν ὄντος Θεοῦ, καὶ τὸ σύμπαν ὡς ἔνι καὶ συλλήβδην εἰπεῖν, τοὺς φρονοῦντας ἔτι τὰ ἐπὶ τῆς γῆς πρὸς τὴν τῶν ἀγγέλων μεταστήσει ζωὴν διὰ πίστεως τῆς εἰς Χριστόν. Ταῦτα μὲν δὴ, φησὶν, ὁ τῶν θεριστῶν ἐξεργάσεται λόγος. ἔσται δ' οὖν ὅμως οὐκ ἀμισθεὶ, συνάξει γὰρ δὴ πάντως αὐτοῖς τὸν εἰς ζωὴν αἰώνιον ἀποτρέφοντα καρπόν· καὶ οὐ δή που λαβόντες μόνοι καθ' ἑαυτοὺς εὐφρανθήσονται, ἀλλ' ὡς τοῖς τῶν προφητῶν ἐπικεκμηκότες πόνοις, καὶ τὸν παρ' ἐκείνων προγεωργηθέντα θερίσαντες σπόρον, μίαν σὺν αὐτοῖς ἐπιτελέσουσι τὴν πανήγυριν. οἶμαι δ' ἔγωγε τὸν σοφώτατον Παῦλον, τοὺς ἐπὶ τοῖς μέλλουσι τύπους ἐκμεμαθηκότα σαφῶς, ἐντεῦθεν εἰπεῖν περί τε τῶν ἁγίων πατέρων καὶ προφητῶν, ὅτι "Καὶ οὗτοι πάντες τελειωθέντες διὰ τῆς "πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ "ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν "τελειωθῶσιν." ὁμοῦ γὰρ χρῆναι χαίρειν ἐδοκίμασεν ὁ Σωτὴρ τῷ προεσπαρκότι τὸν θεριστήν. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ἤδη τὸ σύμπαν αὐτοῖς ἀποκαλύπτει μυστήριον, καὶ τὴν αἰνιγματώδη τῶν λόγων ἀποστήσας περιβολὴν ἐναργεστάτην τοῦ σημαινομένου παρίστησι τὴν διάνοιαν. φιλοπροφήτης δὲ ὢν ὁ Σωτὴρ καὶ φιλαπόστολος, οὔτε τὸν ἐκείνων πόνον ἔξω τῆς τῶν ἀποστόλων τίθησι χειρὸς, οὔτε μὴν ὁλοκλήρως ἀπονέμει τοῖς ἁγίοις ἀποστόλοις τὸ ἐπὶ τοῖς μέλλουσιν