Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.300
Not analysed yet
σωτήριον λόγον, καὶ γεωργοῦ τινος δίκην τὴν πίστιν ἐγκατακρύψας τοῖς οἰκοῦσιν αὐτὴν, οὐχ ἵνα ταῖς τῶν λαβόντων καταδεσμοῖτο σιωπαῖς, ἠρεμοῦσα τρόπον τινὰ καὶ κατακεχωσμένη, ἀλλ' ἵνα δὴ μᾶλλον ταῖς ἁπάντων ἐγκαταφύοιτο ψυχαῖς, ἕρπουσά τε καὶ διικνουμένη πρὸς τὸ μεῖζον ἀεὶ, καὶ πρὸς τὴν ἐκφανεστέραν τρέχουσα δύναμιν. ἐπειδὴ δὲ διὰ μέσου κειμένην παρατρέχει τὴν Ναζαρὲτ, ἐν ᾗπερ αὐτὸν καὶ τετράφθαι λόγος, ὡς ἐντεῦθεν ἤδη καὶ ἀστὸν εἶναι δοκεῖν, καταίρει δὲ μᾶλλον εἰς τὴν Γαλιλαίαν· ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν τῆς παραδρομῆς καὶ φησὶν, ὅτι μεμαρτύρηκεν αὐτὸς ὁ Ἰησοῦς ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. πεφύκαμεν γάρ πως οὐδὲν ἡγεῖσθαι τὸ σύνηθες, κἂν ὑπάρχοι μέγα καὶ τίμιον. καὶ οὐ δήπου τὰς παρ' ἐκείνων ὅτι δεήσοι θηρᾶσθαι τιμὰς ὁ Σωτὴρ ἐδοκίμαζεν, ἐν ἀνδρὸς φιλοδόξου τινὸς τάξει καὶ φιλοκομπαστοῦ, ἀλλ' ἠπίστατο σαφῶς, ὅτι τοῖς μηδόλως οἰομένοις ὅτι προσήκοι τιμᾶν τὸν διδάσκοντα, οὐδ' ἂν ἔτι γλυκύς τε καὶ εὐπαράδεκτος ὁ τῆς πίστεως γένοιτο λόγος. παρελαύνει τοιγαροῦν εἰκότως, εἰς ὠφελουμένους οὐδὲν εἰκαίους ἀναλῶσαι πόνους οὐκ ἀξιῶν, καὶ χάριν δὲ διὰ τούτου τοῖς καταφρονοῦσι κατατιθείς. οὐ γὰρ ἦν εἰκὸς εἰς τοσοῦτον ἐξαμαρτάνοντας νηποινὶ τοῦτο δράσειν αὐτοὺς, ὁμολογουμένου δὴ πάντως καὶ ἀναμφισβητήτως ἔχοντος, ὡς τὴν ἐπὶ τοῖς ἐσχάτοις ἀποίσονται κόλασιν οἱ καταφρονεῖν ἐγνωκότες αὐτοῦ, καὶ τὴν οὕτως ἀξιοθαύμαστον περιπτύοντες δωρεάν. Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. Οὐκ ἀπερισκέπτως οἱ Γαλιλαῖοι δέχονται τὸν Ἰησοῦν,