Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.301
Not analysed yet
ἀλλὰ καὶ αὐτοὶ δι' ὧν ἤδη θαυματουργοῦντα τεθέανται δικαίως καταπληττόμενοι, καὶ διὰ τῆς εἰς αὐτὸν εὐλαβείας τὰς τῶν Ἰουδαίων ἀπονοίας καταδικάζοντες, καὶ πολὺ πρὸς εὐγνωμοσύνην ἀμείνους τῶν νομομαθῶν εὑρισκόμενοι. Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ἐμφιλοχωρεῖ τοῖς εὐγνώμοσιν ὁ Χριστὸς, καὶ τοῖς ἑτοιμότερόν πως ἰοῦσι πρὸς τὴν ὧν ἂν εὖ πάθοιεν αἴσθησίν τε καὶ γνῶσιν, καὶ μειζόνων ἀγαθῶν ἐπιδαψιλεύεται χορηγίας. ἔρχεται τοίνυν τερατοποιήσων ἐν Κανᾷ, προσωφελεῖν μὲν ὅτι προσήκοι τοὺς ἐν αὐτῇ λογιζόμενος, προκατεσπαρμένην δὲ ὥσπερ, διὰ τῶν ἤδη προτετελεσμένων ἐν αὐτῇ σημείων, τὴν τοῦ πάντα δύνασθαι δρᾶν ὑπόληψιν ἔχων. Ἦν δέ τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφερναούμ. οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἔμελλε γὰρ ἀποθνήσκειν. εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν. Πρόσεισι μὲν ὁ βασιλικὸς, ὡς θεραπεύειν ἰσχύοντι· νοεῖ δὲ οὔπω κατὰ φύσιν ὄντα Θεόν· καὶ Κύριος μὲν ἀποκαλεῖ, τὸ δ' ἀληθὲς τῆς κυριότητος ἀξίωμα δίδωσιν οὐδαμῶς. ἢ γὰρ ἂν εὐθὺς ἐδεῖτο προσπεσὼν, οὐχ ἵνα δὴ πάντως ἐπὶ τὴν ἑστίαν βαδίζοι, καὶ καταβαίνοι σὺν αὐτῷ πρὸς τὸ ἀῤῥωστοῦν μειράκιον, ἀλλ' ἵνα δὴ μᾶλλον ἐξουσιαστικῶς καὶ θεοπρεπεῖ προστάγματι τὴν ἐπισκήψασαν ἐξελάσαι νόσον. τί γὰρ ἔδει παρεῖναι τῷ κάμνοντι τὸν ᾧπερ ἦν δύνασθαι διασώζειν καὶ ἀπόντι ῥᾳδίως; πῶς δὲ λίαν οὐκ ἀμαθὲς, ὅτι μέν ἐστι