Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.303
Not analysed yet
ἐν δὲ τῷ Ὁ υἱός σου ζῇ, τῶν ποθουμένων ἡ πλήρωσις μετὰ πολλῆς τινος καὶ θεοπρεποῦς ἐξουσίας ἐκφερομένη. Ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ υἱός σου ζῇ. Ἓν τοῦ Σωτῆρος ἐπίταγμα δύο παραχρῆμα θεραπεύει ψυχάς. τῷ μὲν γὰρ βασιλικῷ τὴν ἀσυνήθη πίστιν ἐνεργάζεται, θανάτου δὲ τὸ μειράκιον ἐξέλκει σωματικοῦ. τίς δὲ πρὸ τίνος ὅλως ὑγιάζεται χαλεπὸν εἰπεῖν· ἄμφω γὰρ οἶμαι κατὰ ταὐτὸν συνέδραμον, τοῖς τοῦ Σωτῆρος ἡμῶν ἐπιτάγμασι τῆς νόσου λαβούσης τὴν λύσιν. ἀπαγγέλλουσι δὲ τὴν τοῦ παιδὸς θεραπείαν ὑπαντῶντες οἰκέται ὁμοῦ, καὶ τῶν θείων ἐπιταγμάτων ἀπολευκαίνοντες τὴν ὀξύτητα· καὶ τοῦτο δὴ μάλα σαφῶς οἰκονομοῦντος Χριστοῦ· καὶ τῷ τέλει τῆς ἐλπίδος ταχὺ βεβαιοῦντες εἰς πίστιν ἀσθενοῦντα τὸν δεσπότην. Ἐπύθετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐκείνην, ἐν ᾗ κομψότερον ἔσχε, καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Ἀναπυνθάνεται παρ' αὐτῶν τὴν ὥραν τῆς ἐπὶ τὸ κρεῖττον τοῦ νοσοῦντος ῥοπῆς, εἰ συντρέχει δοκιμάζων τῷ τῆς χάριτος χρόνῳ. ἐπειδὴ δὲ οὕτως ἔχειν, καὶ οὐχ ἑτέρως ἐδιδάσκετο, σώζεται πανοικὶ, τὴν τοῦ παραδόξου δύναμιν ἀναθεὶς τῷ σωτῆρι Χριστῷ, καὶ ὥσπερ τινὰ τῆς ἐπὶ τούτοις εὐχαριστίας καρπὸν ἀσφαλεστέραν προσάγων τὴν πίστιν.