Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.302
Not analysed yet
θανάτου κρείττων ὑπολαμβάνειν αὐτὸν, Θεὸν δὲ ὑπάρχειν οἴεσθαι μηδαμῶς τὸν θεοπρεποῦς ἰσχύος πεπληρωμένον; Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. λέγει πρὸς αὐτὸν ὁ βασιλικός. Ἀπηνὴς μὲν ἔτι τοῖς πλανωμένοις ἐναυλίζεται νοῦς, λόγου δέ πως ἔσται τοῦ καλοῦντος εἰς πίστιν κρεῖττον τὸ θαυματουργότερον· διά γε τοι τοῦτο τεράτων δεῖσθαι μᾶλλον αὐτοὺς ἔφασκεν ὁ Σωτὴρ εἰς τὸ δύνασθαι ῥᾳδίως εἰς τὸ συμφέρον μεταπαιδεύεσθαι, καὶ τὸν ὄντα κατὰ φύσιν ἐπιγινώσκειν Θεόν. Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. Ὀλίγος μὲν κομιδῆ πρὸς σύνεσιν ὁ βασιλικὸς, νηπιάζει δέ πως περὶ τὴν τῆς χάριτος αἴτησιν, καὶ ἠρέμα παραληρῶν οὐκ αἰσθάνεται. οὐ γὰρ ὅτι μόνον ἰσχύσει παρὼν, ἀλλ' ὅτι δὴ πάντως καὶ ἀπὼν ἐνεργήσει πεπιστευκὼς, ἀξιοπρεπεστάτην ἂν ἐπ' αὐτῷ τὴν διάληψιν ἐποιήσατο. νυνὶ δὲ φρονῶν τε καὶ πράττων παραλογώτατα, τὴν Θεῷ μὲν ἁρμόζουσαν ἰσχὺν ἀπαιτεῖ, ὡς δὲ Θεὸν οὐκ οἴεται τὰ πάντα πληροῦν, ἀλλ' οὐδὲ θανάτου γενήσεσθαι κρείττονα, καίτοι τῷ πλείστῳ κρατηθέντα πλεονεκτεῖσθαι παρακαλῶν· "Ἔμελλε γὰρ ἀπο"θνήσκειν" ὁ παῖς. Λέγει αὐτῷ ὁ Ἰησοῦς Πορεύου· ὁ υἱός σου ζῇ. Οὕτως ἔδει πιστεύοντα προσελθεῖν, ἀλλ' οὐ ταῖς ἡμῶν ἀμαθίαις φιλονεικῶν ὁρᾶται Χριστός· εὐεργετεῖ δὲ πάλιν καὶ πταίοντας, ὡς Θεός. ὅπερ οὖν ἔδει δρῶντα θαυμάζεσθαι, τοῦτο καὶ μὴ δεδρακότα διδάσκει τὸν ἄνθρωπον, ὁμοῦ καὶ τῶν καλλίστων εἰσηγητὴς, καὶ τῶν ἐν εὐχαῖς ἀγαθῶν χορηγὸς ἀναδεικνύμενος. ἐν μὲν γὰρ τῷ Πορεύου τὸ πιστεύειν ἐστὶν,