Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.306
Not analysed yet
μετασκευαστέον δὲ πάλιν εἰς θεωρίαν πνευματικὴν τὸν ἀπὸ τοῦ γράμματος τύπον. τὸ μὲν τῆς Ἱερουσαλὴμ λελυπημένον ἀπανίστασθαι τὸν Ἰησοῦν μετὰ τὴν τοῦ προβάτου σφαγήν· Σαμαρείταις δὲ καὶ Γαλιλαίοις ἐπιφοιτᾶν, καὶ τὸν σωτήριον παρ' ἐκείνοις κηρύττειν λόγον, τί ἂν βούλοιτο σημαίνειν ἕτερον, ἢ τὴν γενομένην ἐκ τῶν Ἰουδαίων ἀναχώρησιν αὐτοῦ, μετὰ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῷ τιμίῳ σταυρῷ σφαγήν τε καὶ θάνατον, ὅτε δὴ καὶ τοῖς ἐξ ἐθνῶν τε καὶ ἀλλογενέσιν ἑαυτὸν ἐχαρίζετο, δηλοῦσθαι κελεύων τοῖς ἑαυτοῦ μαθηταῖς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ὅτι προάγει πάντας εἰς τὴν Γαλιλαίαν; τὸ δὲ ἐπὶ τέλει τῶν ἑβδομάδων τῆς ἁγίας Πεντηκοστῆς παλινδρομεῖν αὐτὸν εἰς Ἱεροσόλυμα, καθάπερ ἐν τύποις καὶ αἰνίγμασιν ὑποφαίνει πάλιν τὴν ἐσομένην εἰς Ἰουδαίους τῆς τοῦ Σωτῆρος ἡμῶν ἐκ φιλανθρωπίας ὑποστροφὴν ἐν ἐσχάτοις τοῦ παρόντος αἰῶνος καιροῖς, καθ' ὅνπερ οἱ διὰ τῆς εἰς αὐτὸν ἀνασεσωσμένοι πίστεως τὰς ἐπὶ τῷ σωτηρίῳ πάθει πανσέμνους ἐπιτελοῦμεν ἑορτάς. τὸ δὲ θεραπεύεσθαι τὸν παράλυτον πρὸ καιροῦ τοῦ κατὰ νόμον τελείου, σημαίνει πάλιν ὡς διὰ τύπου τοῦ συμβεβηκότος, ὅτι δυσσεβῶς ἐμπαροινήσας ὁ Ἰσραὴλ τῷ Χριστῷ ἀσθενήσει μὲν καὶ παραλυθήσεται καὶ μακροὺς ἐν ἀργίᾳ κατατρίψει χρόνους, οὐ μὴν εἰς τελείαν οἰχήσεται κόλασιν, ἀλλ' ἔσται τις αὐτῷ παρὰ τοῦ Σωτῆρος ἐπισκοπὴ, καὶ ὑγιασθήσεται καὶ αὐτὸς ἐπὶ τῇ κολυμβήθρᾳ δι' ὑπακοῆς καὶ πίστεως. ὅτι δὲ τέλειος κατὰ νόμον τὸν θεῖόν ἐστιν ὁ τεσσαράκοντα ἀριθμὸς, οὐδαμόθεν ἂν γένοιτο χαλεπὸν ἐκμαθεῖν, τοῖς ἅπαξ ταῖς θείαις ὁμιλοῦσι γραφαῖς. Λέγει αὐτῷ ὁ Ἰησοῦς Θέλεις ὑγιὴς γενέσθαι; ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν. Ἀπόδειξις ἐναργὴς τῆς εἰς ἄκρον ἀγαθότητος τοῦ Χρις-