Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.307
Not analysed yet
τοῦ, τὸ μὴ πάντως τὰς ἀπὸ τῶν καμνόντων ἱκετείας ἐκδέχεσθαι, φθάνειν δὲ αὐτῶν τῇ φιλανθρωπίᾳ τὴν αἴτησιν. ἐπιτρέχει γὰρ ὡς ὁρᾷς τῷ κειμένῳ, καὶ κατοικτείρει τὸν κάμνοντα παρακλήσεως δίχα. τὸ δὲ εἰ βούλοιτο τῆς ἀῤῥωστίας ἀπαλλάττεσθαι φιλοπευστεῖν, οὐ διερωτῶντος ἦν ἐξ ἀγνοίας τὸ πᾶσιν ὁμολογουμένως καταφανὲς, ἀλλ' εἰς θερμοτέραν διανιστάντος ἐπιθυμίαν τοῦ πράγματος, καὶ πρὸς τὸ λίαν ἐσπουδασμένως αἰτεῖν παροτρύνοντος. τὸ δὲ εἰ βούλοιτο τῶν ποθουμένων τυχεῖν ἐρωτᾶν, ἔμφασίν τινα καὶ λόγον ὠδίνει τοῦ δύνασθαι παρασχεῖν, εὐτρεπῆ τε ἤδη πρὸς τοῦτο γενέσθαι, μόνην ἔτι περιμένοντα τοῦ τὴν χάριν κομιζομένου τὴν αἴτησιν. Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ γὰρ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. λέγει αὐτῷ ὁ Ἰησοῦς Ἔγειραι. Κατὰ τὴν ἡμέραν τῆς ἁγίας Πεντηκοστῆς, ἄγγελοι καταφοιτῶντες ἐξ οὐρανοῦ τὸ τῆς κολυμβήθρας ἐξετάραττον ὕδωρ, εἶτα τὸν ἐντεῦθεν ἐποιοῦντο κτύπον τῆς ἑαυτῶν ἐπιστασίας τὸν κήρυκα. καὶ τὸ μὲν ὕδωρ ὡς ἐξ ἁγίων πνευμάτων ἡγιάζετο· εἰ δέ τις ἔφθη προκατελθὼν τῆς τῶν νοσούντων πληθύος, τὸ συνθλίβον αὐτὸν ἀποφορτισάμενος ἀνέβαινε πάθος, εἰς ἕνα δὲ μόνον τὸν προαρπάζοντα συνεμετρεῖτο τῆς θεραπείας ἡ δύναμις. ἀλλ' ἦν καὶ τοῦτο σημεῖον τῆς δι' ἀγγέλων νομικῆς ὠφελείας ἐφ' ἓν καὶ μόνον τὸ τῶν Ἰουδαίων γένος ἐκτεινομένης, ἕτερον δὲ ἐπ' αὐτοῖς θεραπευούσης οὐδένα. ἀπὸ γὰρ Δὰν τῆς καλουμένης καὶ ἕως Βηρσαβεὲ τὰ διὰ Μωυσέως ἐλαλεῖτο προστάγματα, διακονηθέντα δι' ἀγγέλων ἐν ὄρει Σινᾷ κατὰ τὰς ἡμέρας τῆς ὕστερον ὁρισθείσης ἁγίας Πεντηκοστῆς. διὰ γάρ τοι τοῦτο, καὶ τῆς