Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.31
Not analysed yet
ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. Καὶ Θεὸς ἦν ὁ Λόγος. ΟΥΚ ἠγνόησεν ὁ πνευματοφόρος, ὡς ἀναστήσονταί τινες ἐν ἐσχάτοις καιροῖς τῆς τοῦ Μονογενοῦς κατηγοροῦντες οὐσίας "καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι," διὰ τοῦ κατὰ φύσιν οἴεσθαι μὴ εἶναι Θεὸν τὸν ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνότα Λόγον, ἀλλὰ νόθον ὥσπερ τινὰ καὶ ψευδώνυμον ἡμῖν ἐπεισφέρεσθαι, τὸ μὲν τῆς υἱότητός τε καὶ θεότητος ὄνομα περικείμενον, ἔχοντα δὲ οὐχ οὕτω κατὰ ἀλήθειαν. ὅποιόν τι ποιοῦσιν, οἱ τὴν Ἀρείου δυσσέβειαν Ἰουδαικὴν εἰς τὸν ἑαυτῶν εἰσοικίζοντες νοῦν, διὸ δὴ καὶ ἀπὸ νεκρᾶς προφέρουσι καρδίας, οὐ τὸν ζωοποιὸν τῆς εὐσεβοῦς θεωρίας λόγον, ἀλλ' εἴ τι πρὸς θάνατον ὁρᾷ τε καὶ βλέπει· "Βολὶς ὄντως τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ "ῥήματα τοῦ στόματος αὐτῶν." Ὥσπερ οὖν ἤδη τινὸς τοῖς ἐξ ἀληθείας ἀντιτείνοντος ῥήμασι, καὶ μονονουχὶ λέγοντος πρὸς τὸν ἅγιον Εὐαγγελιστήν Ἦν μὲν ὁ Λόγος, ὦ οὗτος, πρὸς τὸν Θεὸν, καὶ ἐχέτω τῇδε, πειθόμεθα δὲ τοῖς σοῖς περὶ τούτου συγγράμμασιν· ἔστω δὲ καὶ ὑπαρχέτω Πατὴρ μὲν ἰδίως, Υἱὸς δὲ πάλιν ὁμοίως. τίνα δὴ οὖν ὑπάρχειν οἴεσθαι προσήκει κατὰ φύσιν