Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.32
Not analysed yet
τὸν Λόγον; τὸ γὰρ εἶναι πρὸς Θεὸν, οὐ πάντως ἔχει καὶ τῆς οὐσίας τὴν δήλωσιν. ἐπειδὴ δὲ Θεὸν ἕνα κηρύττουσιν αἱ θεῖαι γραφαὶ, ἀναθήσομεν τοῦτο μόνον τῷ Πατρὶ, πρὸς ὃν ἦν ὁ Λόγος; τί οὖν ἄρα καὶ πρὸς τοῦτό φησι τῆς ἀληθείας ὁ κήρυξ; οὐ μόνον ἦν ὁ Λόγος πρὸς Θεὸν, ἀλλ' ἦν καὶ Θεὸς, ἵνα διὰ μὲν τοῦ εἶναι πρὸς Θεὸν, ἕτερος ὢν παρὰ τὸν Πατέρα γνωρίζηται, καὶ Υἱὸς ὑπάρχειν ἰδίᾳ καὶ καθ' ἑαυτὸν πιστεύηται· διὰ δὲ τοῦ εἶναι Θεὸς, ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ νοῆται κατὰ φύσιν, ἅτε δὴ καὶ Θεὸς καὶ ἐκ Θεοῦ προελθών. ἀμήχανον γὰρ, μιᾶς εἶναι παρὰ πᾶσιν ὁμολογουμένης θεότητος, μὴ πάντως εἰς ταυτότητα φύσεως τὴν ἁγίαν ἀναβαίνειν Τριάδα, οὕτως τε εἰς τὸν ἕνα τῆς Θεότητος ἀναφέρεσθαι λόγον. ἦν οὖν καὶ Θεός· οὐ γέγονεν ὕστερον, ἀλλὰ πάλιν ἦν, εἰ καὶ ὅτι μάλιστα τῷ εἶναι Θεὸν ἀκολουθήσει πάντως καὶ τὸ ἀϊδίως εἶναι· ἐπεὶ τὸ ἐν χρόνῳ γεγονὸς, ἢ καὶ ὅλως ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν, οὐκ ἂν εἴη φύσει Θεός. ἔχοντος τοίνυν τοῦ Θεοῦ Λόγου διὰ μὲν τοῦ ἦν τὸ ἀΐδιον, διὰ δὲ τοῦ εἶναι Θεὸν τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον, πόσης οἴεσθαι χρὴ κολάσεώς τε καὶ τιμωρίας ἐνόχους εὑρεθήσεσθαι, τοὺς ἐλάττονα κατά τι γοῦν ἢ καὶ ἀνόμοιον τοῦ γεγεννηκότος οἰομένους ὑπάρχειν αὐτὸν, καὶ εἰς τοῦτο προελθεῖν δυσσεβείας οὐκ ἀποφρίττοντας, ὡς ἤδη τολμᾶν καὶ ἑτέροις τὰ τοιαῦτα προσλαλεῖν, "μὴ νοοῦντας, μήτε ἃ λέγουσι, μήτε "περὶ τίνων διαβεβαιοῦνται;" Ὅτι γὰρ οὐδαμόθεν ἐλάττων ἐστὶν τοῦ Πατρὸς ὁ ἐξ αὐτοῦ καὶ κατὰ ἀλήθειαν Υἱὸς, ἐκ τῶν συνεζευγμένων ἐννοιῶν εἰσόμεθα πάλιν. Ἄλλο. Πολλοῖς καὶ διαφόροις ὀνόμασι τὸν Υἱὸν αἱ θεῖαι καλοῦσι γραφαί. σοφίαν μὲν γὰρ καὶ δύναμιν τοῦ Πατρὸς εἶναί φασιν αὐτὸν, κατὰ τὸ εἰρημένον παρὰ τῷ