Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.312
Not analysed yet
ἀπαγγέλλει προσελθὼν, ὅτι Ἰησοῦς ἐστιν ὁ περιπατεῖν ἐπιτάξας ἐν σαββάτῳ, ἀλλ' ὁ ποιήσας αὐτὸν ὑγιῆ. τοῦτο δὲ ἦν ἕτερόν τι ποιοῦντος οὐδὲν, ἀλλ' ἢ μόνον τὸν ἰατρὸν σημαίνοντος. Καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς. Οὐχ ἁπλῆν ὁ λόγος ἔχει ἐν τούτοις τῆς Ἰουδαίων παρανοίας τὴν ἐξήγησιν. οὐ γὰρ ὅτι διώκουσι μόνον, ἀλλ' ἐπὶ τίσι τοῦτο δρᾶν οὐκ αἰσχύνονται, κατασημαίνει πάλιν ὁ Εὐαγγελιστὴς ἐμφαντικώτατα λέγων Ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. διώκουσι γὰρ ἀμαθῶς τε καὶ δυσσεβῶς, ὡς ἀγαθοεργεῖν ἐν σαββάτῳ τοῦ νόμου διακωλύοντος, ὡς οὐκ ἐξὸν ἐλεεῖν τε καὶ κατοικτείρειν τοὺς κάμνοντας, ὡς ἀποδύσασθαι δέον τὸν τῆς ἀγάπης θεσμὸν, τὸν τῆς φιλαδελφίας ἔπαινον, τὴν τῆς ἡμερότητος χάριν· καὶ τί γὰρ οὐχὶ τῶν ἀγαθῶν ἀποπτῦσαι κατὰ ποικίλους μὲν ἔχοι τις ἂν ἀποδεῖξαι τρόπους, οὐκ εἰδότας Ἰουδαίους τὸν περὶ τὸ σάββατον τοῦ νομοθέτου σκοπὸν, εἰκαιοτάτην τε λίαν ἐπ' αὐτῷ ποιουμένους τὴν ἐπιτήρησιν; καὶ γὰρ ὡς αὐτὸς ἔφη που Χριστὸς, ἕκαστος αὐτῶν τὸν ἴδιον βοῦν ἤτοι τὸ πρόβατον ἀπαγαγὼν ποτίζει, καὶ "περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ "ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως," εἶτα χολῶσιν "ὅτι ὅλον "ἄνθρωπον ὑγιῆ ἐποίησεν ἐν σαββάτῳ," διὰ πολλὴν ἠθῶν δυστροπίαν τε ὁμοῦ καὶ ἀπαιδευσίαν, οὐδὲ τῶν ἀλόγων τὸν κατ' εἰκόνα τὴν θείαν γεγονότα προτάττοντες, ἀλλ' ἐξεῖναι μὲν πρόβατον ἐλεεῖν οἰόμενοι δεῖν ἐν σαββάτῳ, καὶ λιμοῦ καὶ δίψης ἀπαλλάττειν ἀνεγκλήτως, παρανομίαις δὲ καὶ ταῖς