Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.311
Not analysed yet
τοῦ Χριστοῦ, ἵνα τὸ παραυτίκα θερμὸν τῆς ἐκείνων ὀργῆς διεξίοι. καὶ οὐχ ὥς τι παθεῖν ὡς ἐξ ἀνάγκης δυνάμενος, εἰ μὴ βούλοιτο παθεῖν, ἐπιτηδεύει τὴν φυγὴν, ἀλλ' ἡμῖν ὑπογραμμὸν καὶ τούτῳ δὴ πάλιν ἑαυτὸν καθιστάς. Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοι τι γένηται. Οἰκονομικῶς τὰ πρῶτα λαθὼν ἐμφανίζεται πάλιν οἰκονομικῶς, τὸν ἁρμόδιον ἑκάστῳ τηρήσας καιρόν. οὐ γὰρ ἦν τι γενέσθαι παρὰ τοῦ μὴ εἰδότος ἐξαμαρτεῖν, ὃ μὴ πάντως ἔχει λόγον ὑφ' ἑαυτῷ τὸν πρέποντα. πρόφασιν τοίνυν τῆς πρὸς αὐτὸν διαλέξεως τὸ ψυχωφελὲς ἐποιεῖτο παράγγελμα, μηκέτι πλημμελεῖν χρῆναι λέγων, ἵνα μὴ χείροσι τῶν παρῳχηκότων ἐπαλγύνοιτο κακοῖς· διδάσκει δὲ διὰ τούτων, ὡς οὐ μόνον εἰς τὴν μέλλουσαν ἔσεσθαι κρίσιν ἀποθησαυρίζει Θεὸς τοῖς ἀνθρώποις τὰ πλημμελήματα, μαστιγοῖ δὲ ποικίλως ἔτι ζῶντας ἐν σώμασι, καὶ πρὸ τῆς μεγάλης καὶ ἐπιφανοῦς ἡμέρας τοῦ πᾶσι δικάσοντος. ὅτι δὲ πολλάκις πληττόμεθα πταίοντές τε καὶ λυποῦντες τὸν Θεὸν, ἐπιμαρτυρήσει βοῶν ὁ σοφώτατος Παῦλος "Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ "ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί· εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, "οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευό"μεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν." Ἀπῆλθεν ὁ ἄνθρωπος, καὶ εἶπε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. Καταμηνύει τοῖς Ἰουδαίοις τὸν Ἰησοῦν, οὐχ ἵνα τι δρᾶν εἰς αὐτὸν ἀποτολμῶντες δεινὸν δυσσεβοῦντες ἁλίσκωνται, ἀλλ' ἵν', εἴπερ βούλοιντο καὶ αὐτοὶ θεραπεύεσθαι, τὸν ἀξιοθαύμαστον εἰδεῖεν ἰατρόν. ἐπιτήρει γὰρ ὅπως οὗτος ἦν ἐκείνῳ σκοπός. οὐ γὰρ κατά τινα τῶν φιλεγκλημόνων