Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.314
Not analysed yet
πατέρων εὐπειθείας καταδικάζουσι, τὴν ἐκ τῶν ἀῤῥωστημάτων ἐπήρειαν νικᾶν ἐν σαββάτῳ τὴν φύσιν οὐκ ἐπιτρέποντες, ὅσον εἰς τὸ χρῆναι διώκειν ἐπείγεσθαι τὸν Ἰησοῦν εὐεργετοῦντα κατὰ τὸ σάββατον. Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Διαλέγεται μὲν ὡς ἐν σαββάτῳ Χριστός. τοῦτο γὰρ ἀνάγκη τό Ἕως ἄρτι δηλοῦν, ἵνα τὸν ἑαυτῇ πρέποντα λόγον ἡ τοῦ θεωρήματος δέχηται δύναμις. ἀπαιδεύτους δὲ ὄντας τοὺς Ἰουδαίους, καὶ τίς μέν ἐστι κατὰ φύσιν οὐκ εἰδότας ὁ Μονογενὴς, μόνῳ δὲ ἀνατιθέντας τῷ Θεῷ καὶ Πατρὶ τοῦ διὰ Μωυσέως νόμου τὸν ὁρισμὸν, αὐτῷ τε χρῆναι καὶ πείθεσθαι μόνῳ διαβεβαιουμένους, ἀναπείθειν πειρᾶται σαφῶς, ὅτι πάντα τῷ Πατρὶ συνεργάζεται, καὶ τὴν τοῦ γεννήσαντος φύσιν ἔχων ἐν ἑαυτῷ, διὰ τὸ μὴ ἕτερόν τι παρ' ἐκεῖνον ὑπάρχειν, ὅσον ἧκεν εἰς τὴν τῆς οὐσίας ταυτότητα, οὐχ ἕτερόν τι φρονήσει ποτὲ παρὰ τὸ τῷ φύσαντι δοκοῦν. ὡς δὲ τῆς αὐτῆς ὑπάρχων οὐσίας ταῦτα καὶ βουλεύσεται, μᾶλλον δὲ αὐτὸς ὑπάρχων ἡ ζῶσα βουλὴ καὶ δύναμις τοῦ Πατρὸς, ἐνεργεῖ τὰ πάντα ἐν πᾶσι μετὰ Πατρός. Ἵνα τοίνυν τὸν εἰκαῖον τῶν Ἰουδαίων ἀποκρούσηται γογγυσμὸν, καὶ δυσωπήσῃ διώκοντας ἐφ' οἷς χαλεπαίνειν ἐδόκουν, ὡσανεὶ τῆς περὶ τὸ σάββατον καταφρονηθείσης τιμῆς, Ὁ Πατήρ μου φησὶν ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. μόνον γὰρ οὐχὶ τοιοῦτόν τι κατασημαίνειν βούλεται Εἰ πιστεύεις ἄνθρωπε, νεύματί τε καὶ βουλήσει τοῦ τὰ πάντα συμπήξαντός τε καὶ τεχνησαμένου Θεοῦ τὴν κτίσιν διοικεῖσθαι καὶ κατὰ τὸ σάββατον, ὡς ἀνίσχειν μὲν ἥλιον, ὀμβροτόκους τε ὁμοίως ἀνίεσθαι πηγὰς, καὶ καρποὺς μὲν ἐκ γῆς ἀνατρέχειν, οὐ παραιτουμένους τὴν αὔξην διὰ τὸ σάββατον,