Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.315
Not analysed yet
ἐνεργεῖν δὲ τὰ οἰκεῖα τὸ πῦρ, ταῖς τῶν ἀνθρώπων χρείαις ἀδιακωλύτως ὑπηρετοῦν· ἴσθι δὴ πάντως ὁμολογῶν ἐνεργεῖν τὸν Πατέρα τὰ θεοπρεπῆ καὶ κατὰ τὸ σάββατον. τί τοιγαροῦν ἀπαιδεύτως, φησὶν, αἰτιᾷ τὸν δι' οὗ τὰ πάντα ἐργάζεται; ἐνεργήσει γὰρ οὐχ ἑτέρως ὁ Θεὸς καὶ Πατὴρ, ἀλλ' ὡς διὰ δυνάμεως καὶ σοφίας τοῦ Υἱοῦ. διὰ τοῦτό φησιν ὅτι κἀγὼ ἐργάζομαι· δυσωπεῖ τοιγαροῦν ταῖς εἰς ἄτοπον ἐννοίαις τὸν ἀχάλινον τῶν διωκόντων θυμὸν, οὐχ ἑαυτῷ τοσοῦτον ἀντιτείνοντας δεικνὺς, ὅσον εἰπεῖν τῷ Πατρὶ, ᾧ δὴ καὶ μόνῳ τὴν τοῦ νόμου τιμὴν ἀναγράφειν ἐσπούδαζον, οὔπω γινώσκοντες τὸν ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ κατὰ φύσιν Υἱόν· διὰ γάρ τοι τοῦτο καὶ μοναδικῶς ἑαυτοῦ Πατέρα φησὶ τὸν Θεὸν, εὐφυέστατα χειραγωγῶν εἰς τὸ κάλλιστον δὴ τοῦτο καὶ τίμιον μάθημα. Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἐπιτείνεται πρὸς ἀπανθρωπίαν τῶν Ἰουδαίων ὁ νοῦς, καὶ δι' ὧν ἐχρῆν θεραπεύεσθαι, νοσοῦσι μειζόνως, ἵνα δὴ δικαίως ἀκούσειαν "Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς;" δέον γὰρ αὐτοὺς ἐξημεροῦσθαι τὴν γνώμην, λογισμῷ τῷ πρέποντι μεταποιουμένους εἰς εὐλάβειαν, καὶ φονῶσιν ἤδη κατὰ τοῦ πληροφοροῦντος διὰ πραγμάτων, ὡς οὐδὲν ὅλως εἰς τὸν θεῖον ἡμάρτηται νόμον, ὑγιασθέντος ἀνθρώπου κατὰ τὸ σάββατον. συνεπιπλέκουσι δὲ ταῖς διὰ τὸ σάββατον ὀργαῖς, ὡς βλασφημίας ἔγκλημα τὴν ἀλήθειαν, σειραῖς τῶν οἰκείων πλημμελημάτων εἰς ἀλύτους ὀργὰς ἑαυτοὺς κατασφίγγοντες. εὐσεβεῖν γὰρ ἐδόκουν, ἴδιον ὅτι λέγοι πατέρα τὸν Θεὸν