Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.318
Not analysed yet
Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. ἐν μὲν γὰρ τῷ δύνασθαι ποιεῖν ἀπαραλλάκτως τὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὁμοίως ἐνεργεῖν τῷ γεννήσαντι, τῆς οὐσίας αὐτῷ μαρτυρεῖ τὴν ταυτότητα. ἐνεργήσει γὰρ ὁμοίως τὰ τὴν αὐτὴν ἀλλήλοις λαχόντα φύσιν, οἷς δὲ ὁ τοῦ πῶς εἶναι λόγος ἐξηλλαγμένος, τούτοις ἂν εἴη καὶ ὁ τῆς ἐφ' ἅπασιν ἐνεργείας τρόπος οὐχ ὁ αὐτός. οὐκοῦν ὡς Θεὸς ἀληθινὸς ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ, ταῦτα δύνασθαι ποιεῖν ὁμοίως ἐκείνῳ φησὶν, ἀλλ' ἵνα μὴ μόνον ἴσος ὢν ἐν δυνάμει φαίνηται τῷ Πατρὶ, ὁμογνώμων δὲ κατὰ πάντα, καὶ μίαν ἔχων αὐτῷ τὴν ἐφ' ἅπασι θέλησιν, μὴ δύνασθαι λέγει ποιεῖν ἐξ ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ὅμοιον δὲ ὡς εἰ λέγοι τρανώτερον πρὸς τοὺς διώκειν ἐπιχειρήσαντας, ἀνδρὸς ἐν σαββάτῳ τεθεραπευμένου Καταλελύσθαι νομίζετε τὴν τοῦ σαββάτου τιμὴν, ἀλλ' οὐκ ἂν ἔδρασα τοῦτό ποτε μὴ οὐχὶ τὸν ὅμοιον ἐργάτην ὁρῶν τὸν Πατέρα· ἐνεργεῖ γὰρ τὰ πρὸς σύστασιν κόσμου καὶ κατὰ σάββατον, εἰ καὶ δι' ἐμοῦ. ἀδύνατον οὖν ἐμὲ, φησὶν, τὸν ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸν, μὴ οὐχὶ πάντως ἐν πᾶσι τὰ τοῦ Πατρὸς ἐνεργεῖν τε καὶ βούλεσθαι, οὐχ ὡς ἔξωθεν λαβόντα διδακτῶς τὸν τοῦ ποιεῖν ὑπογραμμὸν, ἢ καὶ ἐκ προαιρετικοῦ κινήματος ἐπὶ τὸ ταὐτὸ βούλεσθαι τῷ Πατρὶ κεκλημένον, ἀλλ' ὡς φύσεως ἀπαραποιήτου νόμοις ἐπὶ τὴν ἴσην ἀναβαίνοντα τῷ Θεῷ καὶ Πατρὶ βουλήν τε καὶ πρᾶξιν. τὸ γὰρ μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν, ἐν τούτοις εὖ μάλα περιορίζεται· οὕτως οἶμαι χρῆναι νοοῦντας εὐσεβῶς, αἰχμαλωτίζειν "πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ," καθὰ γέγραπται.