Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.317
Not analysed yet
ΚΕΦΑΛΗ ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν. Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. ΟΠΕΡ ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν, τοῦτο πάλιν ἑτέρῳ διερμηνεύει τρόπῳ, πανταχόθεν ἐπὶ τὴν τῆς ἀληθείας εὕρεσιν σαγηνεύων τοὺς ἀκροωμένους· τὸν δὲ ἐν πρώτοις οὐ παραδεχθέντα λόγον, διὰ τὴν τῶν συνιέναι μὴ δυνηθέντων ἀσθένειαν, ἑτεροτρόπως ἀναμορφοῖ, καὶ διὰ τῶν αὐτῶν ἰόντα θεωρημάτων, εἰσφέρει ποικίλως. ἔργον δ' ἂν εἴη καὶ τοῦτο τῆς διδασκάλῳ πρεπούσης ἀρετῆς, τὸ μὴ τρέχοντα δηλονότι καὶ παριπτάμενον τῶν διδασκομένων τὴν γνῶσιν ποιεῖσθαι τὸν λόγον, ἀλλ' εὐπάρυφόν τε καὶ διαφόρως ἐξορχούμενον, καὶ τῷ τῆς φράσεως ἐξηλλαγμένῳ, πολλάκις τὴν ἐν τοῖς θεωρήμασι ψιλοῦντα δυσχέρειαν. ἀναμίξας τοίνυν τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, καὶ μέσον ἐξ ἀμφοῖν ἕνα κεράσας λόγον· ὡς ἠρέμα μὲν ὑφιζάνει τὸ τῷ Μονογενεῖ πρέπον ἀξίωμα, ἀναβαίνει δὲ τὴν ἀνθρώπου φύσιν· ὡς Δεσπότης ἅμα καὶ ἐν δούλοις κατατεταγμένος, φησίν