Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.320
Not analysed yet
ἀπαραλλάκτου καὶ ὁμοιοτάτης ἐνεργείας, τῆς εἰς ἅπαντά φημι, τὸ ἴσον ἔχων ἐν δυνάμει φαίνεται, διδάξει σαφῶς ἐν τοῖς ἐφεξῆς ἐπιλέγων αὐτὸς ὡς περὶ τοῦ ἰδίου Πατρός Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτά φησιν καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. πῶς οὖν ἐλάττων ἐστὶν, ὁ ταῖς ἰσοῤῥόποις τῷ Θεῷ καὶ Πατρὶ διαπρεπὴς ἐνεργείαις; ἆρα γὰρ ἐνεργήσει τὰ πυρὸς ἕτερόν τι παρὰ τὸ πῦρ, οὐδεμιᾶς κατὰ τὴν ἐνέργειαν θεωρουμένης ἐξαλλαγῆς; καὶ πῶς ἂν γένοιτο τοῦτό ποτε; πῶς οὖν ὁμοίως ἐργάσεται τὰ τοῦ Πατρὸς ὁ Υἱὸς, εἰ διὰ τοῦτο ἔλαττον ἔχειν τῆς ἴσης ὡς πρὸς αὐτὸν ἰσχύος ἀπολιμπάνεται; Καὶ ταῦτα μὲν ἡμῖν, ὡς ἐκ τοῦ προκειμένου πρὸς τὸ παρὸν ἐλήφθη ῥητοῦ· ἴδωμεν δὲ πάλιν καὶ δι' ἑτέρων ἰόντες θεωρημάτων, εἰ ἐπιδέχεταί ποι τὸ ἐν δευτέροις εἶναι τοῦ Πατρὸς ἡ τοῦ Υἱοῦ φύσις· προκείσθω δὲ ὁμοίως ἡμῖν ὁ περὶ δυνάμεως λόγος. Ἆρα Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινὸν, καὶ ἐκ τῆς οὐσίας ὄντως τοῦ Πατρὸς ὁμολογοῦσιν ὑπάρχειν τὸν Υἱὸν, ἢ Θεὸν μὲν εἶναί φασι, τὸ δὲ ἔξω κεῖσθαι τῆς οὐσίας τοῦ Πατρὸς, δυσσεβοῦντες προσάπτουσιν. εἰ μὲν οὖν οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι λέγουσιν αὐτὸν, οὔτε Θεὸς ἔσται κατὰ φύσιν, οὔτε Υἱὸς ἀληθινός. τὸ γὰρ μὴ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχον, οὐδ' ἂν ὅλως νοοῖτο κατὰ φύσιν Θεὸς, ἀλλ' οὐδὲ Υἱὸς εἰ μὴ ἐκ τῆς οὐσίας γεννηθῇ τοῦ Πατρὸς, νόθον δὲ ἡμῖν καὶ πρόσφατόν τινα παρεισάγουσι θεόν. εἰ δὲ τοῦτο μὲν οὐκ ἐροῦσι, τὴν ἐν τοῖς οἰκείοις δόγμασιν ἀτοπίαν ἐρυθριάσαντες, δώσουσι δὲ ἀληθῶς ἐκ Πατρὸς ὑπάρχειν τὸν Μονογενῆ, καὶ εἶναι Θεὸν κατὰ φύσιν καὶ ἀληθινῶς· πῶς ἐν ἐλάττοσιν ἔσται τοῦ Πατρὸς, ἢ πῶς ἀτονήσει περί τι, καὶ οὐχὶ τῆς τοῦ