Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.321
Not analysed yet
τεκόντος οὐσίας κατηγορήσει τὸ πρᾶγμα; εἰ γὰρ ὅλως ἀσθενεῖν ἐνδέχεται τὸν κατὰ φύσιν ὄντα Θεὸν, τί τὸ κωλύον ἐστὶ τοῦτο παθεῖν τὸν Πατέρα, ἐχούσης ἅπαξ τὸ δύνασθαι παθεῖν τῆς θείας καὶ ἀῤῥήτου φύσεως, καὶ οὕτως ἤδη φαινομένης ἐν Υἱῷ κατὰ τὸν ἐκείνων λόγον; οὐκοῦν οὐδὲ ἀπαθὲς διὰ τοῦτο τὸ θεῖον, ἀλλ' οὐδὲ ἐν ταυτότητι καὶ ἀμεταβλήτῳ κείσεται πάντως μακαριότητι. εἶτα τίς, εἰπέ μοι, τῶν τὰ τοιαῦτα δοξαζόντων ἀνέξεται; τίς δὲ τῆς θείας βοώσης γραφῆς, ὅτι Κύριος τῶν δυνάμεών ἐστιν ὁ Υἱὸς, οὐ καταναρκήσει λέγων, δυναμοῦσθαι χρῄζειν αὐτὸν, καὶ ἀτελῆ κατὰ τοῦτο ὑπάρχειν, ὃ κυρίως καὶ μόνῳ πρόσεστιν αὐτῷ μετὰ Πατρὸς καὶ Ἁγίου Πνεύματος; Ἐρεῖ δὲ πάλιν ἡμῖν ὁ δι' ἐναντίας Κατὰ τοῦτό φαμεν ὑπερκεῖσθαι τοῦ Υἱοῦ τὸν Πατέρα. ὁ μὲν γάρ ἐστι τῶν ἔργων προκαταρκτικὸς, ὡς ἔχων ἔν τε τῇ δυνάμει καὶ ἐν τῷ πάντα εἰδέναι τὸ τέλειον· ὁ δὲ πρότερον γίνεται θεατὴς, εἶθ' οὕτως ἐργάτης τῆς τοῦ Πατρὸς ἐνεργείας ἀναματτόμενος εἰς ἑαυτὸν τὴν μίμησιν, ἵνα διὰ τῆς τῶν ἔργων ὁμοιότητος καὶ αὐτὸς νοῆται Θεός· τοῦτο γὰρ ἡμᾶς ἐκδιδάσκει λέγων, μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. τί φῂς ὦ πάντολμε σύ; τῆς τοῦ Πατρὸς ἐνεργείας ἀναμάττεται τοὺς τύπους εἰς ἑαυτὸν ὁ Υἱὸς, ἵνα διὰ τούτου νοῆται Θεός; διδακτῶς οὖν ἔσται Θεὸς, καὶ οὐκέτι κατὰ φύσιν· ὥσπερ δὲ ἐν ἡμῖν ἐπιστήμη καὶ τέχνη τυχὸν, οὕτως ἄρα ἐν αὐτῷ ἐστι τὸ ἀξίωμα, καὶ τεχνίτης μᾶλλόν ἐστι τῶν τῆς θεότητος ἔργων ἢ Θεὸς ἀληθινός· ἕτερος δὲ δήπου πάντως αὐτὸς παρὰ τὴν ἐν αὐτῷ τέχνην, κἂν ὑπάρχῃ θεοπρεπής. πῶς οὖν ἄρα τὸν τῶν τῆς θεότητος ὅρων ἐκβεβηκότα, καὶ ἐν μόνῃ τῇ τέχνῃ φοροῦντα τὴν δόξαν, προσκυνοῦσι μὲν ἄγγελοι κατ' οὐρανὸν, προσκυνοῦμεν δὲ καὶ ἡμεῖς ἀνεγκλήτως, τὸ μὴ χρῆναι λατρεύειν ἑτέρῳ παρὰ τὸν