Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.326
Not analysed yet
τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. μὴ ἐπιτιμᾶτε γὰρ, φησὶ, τοῖς ἔργοις τοῦ Υἱοῦ· τὴν γὰρ τοῦ τεκόντος αὐτὸν ὡς ἐν ἰδίαις ἐννοίαις ἤτοι φυσικοῖς κινήμασιν ἀναθεωρῶν οὐσίαν, ὧνπερ ἂν ἴδοι πρεπόντως ἐργάτιν αὐτὴν, ταῦτα δὴ πράττει, καὶ ἕτερον οὐδὲν, παθεῖν τι τῶν παρὰ φύσιν διὰ τὸ ἐξ αὐτῆς ὑπάρχειν οὐ δυνάμενος· οἷον, ἔχει τὸ θέλειν ἐλεεῖν ἡ τοῦ Πατρὸς φύσις· τοῦτο δὴ καὶ ἐνυπάρχον αὐτῇ θεωρῶν ὁ Υἱὸς, ὡς ἐξ αὐτοῦ φυσικῶς, ἐλεήμων ἐστὶν, οὐ δυνάμενος ἕτερόν τι παρ' ὅπερ ἐστὶν ἐκείνη γενέσθαι. ἔχει γὰρ ἐκ Πατρὸς, ὥσπερ τὴν οὐσίαν, οὕτω καὶ τὰ τῆς οὐσίας ἀγαθά· ἁπλῶς δὲ δῆλον ὅτι καὶ ἀσυνθέτως ὡς Θεός· διάτοι τοῦτο τοῖς πρώτοις ἐπιλέγει σοφῶς Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ὅλην, ὡς ἔπος εἰπεῖν, τὴν περίνοιαν τοῦ μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, συνάγων ἐν τούτοις. ἀναλογιζόμενος δὲ τὴν αἰτίαν, ἐφ' ᾗ τὰ τοιαῦτά φησιν ὁ Υἱὸς, ἀκριβέστερον τοῖς παρ' ἡμῶν εἰρημένοις ἐπιστήσεις τὸν νοῦν. Οὐκοῦν ἐπειδήπερ ἐν ἡμέρᾳ σαββάτου τὸν παράλυτον ἠλέει, διώκειν αὐτὸν ἐπεχείρουν οἱ Ἰουδαῖοι· δυσωπεῖ δὲ αὐτοὺς ὁ Χριστὸς, ἐλεοῦντα δεικνὺς τὸν Θεὸν καὶ Πατέρα κατὰ τὸ σάββατον. οὐ γὰρ ᾠήθη δεῖν ἀποκωλῦσαί ποτε τὰ ὅσα πέρ ἐστιν εἰς σωτηρίαν τὴν ἡμετέραν συντείνοντα· καὶ δὴ καὶ ἔφασκεν ἐν ἀρχαῖς "Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, "κἀγὼ ἐργάζομαι." ἐπειδὴ δὲ καὶ ἀσχάλλοντες πρὸς ταῦτα διὰ πολλὴν ἐφαίνοντο δυσβουλίαν, ἐπιλέγει πάλιν Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. ἐπειδὴ γὰρ οὐ παραιτεῖται, φησὶν, ὁ Πατὴρ ἐλεεῖν ἐν σαββάτῳ, βλέπων ὄντα διὰ παντὸς φιλοικτίρμονα, ταύτῃτοι κἀγὼ διὰ παντὸς ἐλεῶ, καινοτομῆσαί πως τοῦ Πατρὸς τὴν