Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.325
Not analysed yet
περικείμενος καὶ ἄνθρωπος γενόμενος διὰ τὸ ἑνωθῆναι σαρκὶ, οὐκ ἐλευθέραν οὐδὲ ἀνειμένην παντελῶς εἰς θεοπρεπῆ παῤῥησίαν ἐποιεῖτο τὴν διάλεξιν· ἐχρῆτο δὲ μᾶλλον τοιαύτῃ δι' οἰκονομίαν ἔσθ' ὅτε, ἥπερ ἂν πρέποι Θεῷ τε ὁμοῦ καὶ ἀνθρώπῳ· καὶ γὰρ ἦν ὄντως κατὰ ταὐτὸν ἀμφότερα. Εἷς μὲν δὴ λόγος οὗτος ἀληθής· οἶμαι δὲ δεῖν καὶ ἑτέρῳ πάλιν ἐπεξηγεῖσθαι τρόπῳ τὸ προκείμενον, καὶ ὀξύτερόν πως τῇ τοῦ θεωρήματος ἀκριβείᾳ προσβαλεῖν. οὐ δύναταί φησιν ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. τό Οὐ δύναται ἤτοι τὸ ἀδύνατον κατηγορεῖται τινῶν, ἤτοι τῶν ὄντων τισὶν ἐπιφέρεται. τοῦτο γὰρ δὴ τὸ κατηγορεῖσθαι, φαμὲν, οὐχὶ πάντως ἀνάγκης οὐδὲ ἀσθενείας ἐστὶ σημαντικόν· διδάσκει δὲ πολλάκις καὶ φύσεων ἑδραιότητα καὶ οὐσιῶν ἀκλόνητον στάσιν, τὴν ἐφ' οἷς ἤ ἐστιν ἢ γέγονεν ἑκάστη τῶν σημαινομένων, καὶ ἅπερ οἶδε φυσικῶς τε καὶ ἀμεταθέτως ἐνεργεῖν. ἡκέτω δὲ εἰ δοκεῖ καὶ διὰ παραδειγμάτων ὁ λόγος· ὅταν ἄνθρωπος εἴπῃ τυχὸν, ἄπηχύ τε εἰκὸς καὶ βαρὺ μὴ δύνασθαί ποι διακομίζειν ξύλον, τῆς ἐνούσης αὐτῷ ἀσθενείας κατηγορεῖ· ὅταν δέ τις ἕτερος εἴπῃ Ἄνθρωπος ὢν λογικὸς κατὰ φύσιν, καὶ ἐκ λογικοῦ κατὰ φύσιν γεγεννημένος πατρὸς, οὐ δύναμαι ποιεῖν ὥσπερ ἴδιόν τι καὶ ἀπ' ἐμαυτοῦ, ὃ μὴ βλέπω προσπεφυκὸς τῇ τοῦ γεννήσαντος φύσει, τότε τό Οὐ δύναμαι τὴν τῆς οὐσίας ἑδραιότητα καὶ τὸ ἀμετάπτωτον εἰς ἕτερόν τι παρ' ὅπερ ὑπάρχει δηλοῖ. οὐ δύναμαι γὰρ, φησὶν, ἀπ' ἐμαυτοῦ μὴ εἶναι ζῷον λογικὸν, τῶν τῇ φύσει προσόντων κατευμεγεθήσας πλεονεκτημάτων· οὐ γὰρ ὁρῶ τὸ δύνασθαι τοῦτο παθεῖν ἐν τῇ τοῦ τεκόντος φύσει· κατὰ τοῦτον οὖν ἄρα τὸν τρόπον ἀκούσῃ λέγοντος τοῦ Χριστοῦ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή