Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.328
Not analysed yet
καὶ οὐδὲν ἔχουσαν ἐπιδεικνύει τὸ ἐφ' ᾧπερ ἂν εἰκότως ἀγανακτήσαι Θεὸς ὁ τοῦ νόμου Κύριος. Καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ. Ἀναγκαίως καὶ ταῦτα τοῖς προλαβοῦσιν ἐπάγει, καὶ διὰ ποίαν αἰτίαν, ἐρῶ δὴ πάλιν. πατέρες μὲν γὰρ οἱ παρ' ἡμῖν, φυσικαῖς ἔσθ' ὅτε φιλοστοργίαις ἡττώμενοι, καὶ λυπούντων ἀνέχονται τῶν υἱῶν, καὶ τοῖς παρὰ γνώμην ἐπιχειροῦντας ὁρῶντ[ε]ς ἀνεξικακοῦσι πολλάκις. δριμὺς γάρ τις αὐτοῖς ὁ περὶ παῖδας ἐνῴκισται πόθος, πᾶσαν ἀναπείθων τὴν ἐπ' ἐκείνοις μικροψυχίαν πλεονεκτεῖν. ἀλλ' οὐχ οὕτως, φησὶν, ἀγαπᾷ τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατήρ· οὐ δύναται γάρ τι ποιεῖν, ὃ μὴ πέφυκεν ἐργάζεσθαι καὶ αὐτός· ὡς δὲ μίαν ἔχων πρὸς αὐτὸν τὴν οὐσίαν, φυσικοῖς τισιν, ἵν' οὕτως εἴπωμεν, νόμοις πρὸς ἀπαράλλακτον καλεῖται θέλησίν τε καὶ δύναμιν. οὐδὲν οὖν ἄρα, φησὶ, παρὰ τὸ τῷ τεκόντι δοκοῦν ἢ πρέπον ὁ Υἱὸς ἐργάζεται, οὐδὲ τῆς τοῦ Πατρὸς ἀγάπης καταπερπερεύεται, φιλόκαινός τις ὑπάρχων ἐν τοῖς ἔργοις καὶ ἐξήνιος, ἀλλ' ὧνπερ ὄντα θεάσαιτο ποιητὴν, ὡς ἐν ἐννοίαις δὲ πάλιν, ταῦτα δὴ πάντως ἐπιτελεῖ τῇ ταυτότητι τῆς οὐσίας εἰς τὸ μηδαμοῦ παρεκπίπτειν τὸ Θεῷ πρέπον διακρατούμενος. τροπῆς γὰρ τῆς ἐπί τι καὶ ἀλλοιώσεως ἀμοιρεῖ· μένει δὲ "ὁ αὐτὸς" ἀδιαλείπτως, ὡς ὁ ψαλμῳδός που φησί. δεικνύει δὲ πάλιν ὁ Πατὴρ τῷ Υἱῷ ἃ αὐτὸς ποιεῖ, οὐ καθάπερ ἐν πίνακι διαγεγραμμένα παρατιθεὶς, ἢ ὡς ἀγνοοῦντα διδάσκων· πάντα γὰρ οἶδεν ὡς Θεός· ἀλλ' ὅλον ἑαυτὸν ἐν τῇ τοῦ γεννήματος φύσει ζωγραφῶν, καὶ τὰ ἰδίως αὐτῷ προσπεφυκότα δεικνύων ἐν ἑαυτῷ, ἵνα ἐξ ὧν