Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.329
Not analysed yet
αὐτὸς ὑπάρχει καὶ φαίνεται, ποταπός τε καὶ τίς κατὰ φύσιν ἐστὶν εἰδείη τὸν γεννήτορα. διὰ γὰρ τοῦτό φησιν ὁ Χριστὸς, ὡς "Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατὴρ, οὐδὲ "τὸν Πατέρα τίς ἐπιγινώσκει τίς ἐστιν εἰ μὴ ὁ Υἱός." κεῖται γὰρ ἐν ἀμφοῖν ἡ ἑκατέρου γνῶσις ἀκριβὴς, οὐ διδακτῶς, ἀλλὰ φυσικῶς· καὶ ὁρᾷ μὲν ὁ Θεὸς καὶ Πατὴρ ἐν ἑαυτῷ τὸν Υἱὸν, ὁρᾷ δὲ αὖ πάλιν ὁ Υἱὸς ἐν ἑαυτῷ τὸν Πατέρα· διάτοι τοῦτό φησιν "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν "ἐμοί ἐστι." τὸ δὲ ὁρᾶν τε καὶ ὁρᾶσθαι, πάλιν ἐν τούτοις νοείσθω θεοπρεπῶς. Καὶ μείζονα τούτων ἔργα δείξει αὐτῷ, ἵνα ὑμεῖς θαυμάζητε. Ἐν τοῖς ἀνωτέρω φησὶν ὁ μακάριος Εὐαγγελιστὴς ὡς "Ἐζήτουν οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ἀποκτεῖναι, ὅτι οὐ μόνον "ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν "Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ." τὴν μὲν οὖν ἐπὶ τῷ σαββάτῳ κατηγορίαν ἀπεσκευάζετο, καὶ αὐτὸν ἐπιδεικνὺς ἐνεργὸν ἐν σαββάτῳ τὸν Πατέρα, καὶ μακρὸν ἐπὶ τούτῳ προσαναλώσας λόγον· ὅτι δέ ἐστιν ἐν ἰσότητι τῇ πρὸς τὸν Πατέρα, καὶ ἄνθρωπος γεγονὼς δι' ἡμᾶς, πειρᾶται διδάσκειν. τοῦτο γὰρ ἦν ἔτι τῷ λόγῳ τὸ λεῖπον· καὶ διὰ τοῦτό φησιν ὅτι Καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ἵνα ὑμεῖς θαυμάζητε. καὶ τί πάλιν ἡμῖν βούλεται διὰ τούτου δηλοῦν; Τεθεράπευται, φησὶν, ὁ παράλυτος "τριάκοντα καὶ ὀκτὼ "ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ." καὶ θαυμαστὴ μὲν ὄντως ἡ τοῦ θεραπεύσαντος δύναμις, θεοπρεπής τε λίαν ἡ ἐξουσία· τὸν δὲ οὕτω θαυματουργὸν, οὐκ ἄν τις, οἶμαι, σωφρονῶν αἰτιάσαιτο Θεὸν ἑαυτὸν εἶναι λέγοντα, καὶ ἐπείπερ ἐστὶν Υἱὸς, ἴσον κατὰ πάντα τῷ γεγεννηκότι· ἐπειδὴ δὲ φρονοῦντες, φησὶ, κάκιστά τε καὶ ἀλογώτατα, διὰ τὸ ἐπίκηρον