Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.338
Not analysed yet
Θεοῦ καὶ ἐφ' ἡμῶν αὐτῶν εὑρήσομεν "Ὁ γὰρ ἐκχέων," φησὶν, "αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθή"σεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον." ὁρᾷς οὖν, φησὶν, ἤδη διὰ τούτου, καὶ μάλα σαφῶς, ὅτι τῆς εἰκόνος ἀδικουμένης, καὶ οὐχὶ πάντως τῆς θείας αὐτοῦ φύσεως, ἀγανακτεῖν οἴεται δεῖν ὁ Θεὸς καὶ Πατήρ; οὐκοῦν κατὰ τοῦτον νοείσθω τε καὶ ἐσχηματίσθω τὸν τρόπον τὸ εἰρημένον παρὰ Χριστοῦ Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ. Ἆρ' οὖν ἔξω κείσεται μεθ' ἡμῶν τῆς τοῦ Πατρὸς οὐσίας ὁ Μονογενής; πῶς οὖν ἔτι κατὰ φύσιν Θεός ἐστιν, εἴπερ ὅλως ἐξώλισθε τῶν τῆς θεότητος ὅρων, ἐν ἰδίᾳ τινὶ φύσει καὶ ἑτεροίᾳ κείμενος, ἢ ἐν ᾗπέρ ἐστιν ὁ Πατήρ; ἀδικοῦμεν δὲ κατὰ τὸ εἰκὸς, εἰς ἕνα θεότητος ἀναβιβάζοντες λόγον, τῆς ἁγίας Τριάδος τὴν σύνταξιν. ἔδει γὰρ ἔδει λοιπὸν προσκυνεῖν μὲν ἡμᾶς ὡς Θεὸν τὸν Πατέρα, δόξαν δέ τινα πάλιν ἰδίαν ἀπονέμειν τῷ Υἱῷ καὶ τῷ Πνεύματι, ὡς εἰς διαφόρους κατασχίζοντας φύσεις, καὶ ἴδιον ἑκάστῳ τὸν τοῦ πῶς ἐστι διορίζοντας λόγον· ἀλλ' ἕνα Θεὸν ἡμῖν αἱ θεῖαι πρεσβεύουσι γραφαὶ, τὸν Υἱὸν τῷ Πατρὶ καὶ τὸ Πνεῦμα συντάττουσαι, ὡς διὰ τῆς οὐσιώδους καὶ ἀπαραλλάκτου ταυτότητος, εἰς ἕνα θεότητος ἀναφερομένης λόγον τῆς ἁγίας Τριάδος. οὐκ ἄρα ἐστὶ τῆς τοῦ γεννήσαντος φύσεως ἀλλότριος ὁ Μονογενὴς, ἀλλ' οὐδ' ἂν ὅλως Υἱὸς ὑπάρχων νοοῖτο κατὰ ἀλήθειαν, εἰ μὴ ἐκ τῆς τοῦ τεκόντος ἐξέλαμψεν οὐσίας· τοιοῦτος γὰρ, καὶ οὐχ ἕτερος ἐν πᾶσιν ὁ τῆς ἀληθοῦς υἱότητος ὅρος τε καὶ τρόπος· Υἱοῦ δὲ οὐκ ὄντος, συναναιρεθήσεται πάντως καὶ τὸ εἶναι Πατέρα τὸν Θεόν. πῶς οὖν ἀληθεύσει λέγων ὁ Παῦλος περὶ αὐτοῦ "Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς "ὀνομάζεται;" εἰ γὰρ μὴ γεγέννηκεν ἐξ ἑαυτοῦ θεοπρεπῶς τὸν Υἱὸν, πῶς ἐν αὐτῷ τῆς πατρότητος ἡ ἀρχὴ διήκουσα κατὰ μίμησιν ἐπί τε τοὺς ὄντας ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς;