Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.337
Not analysed yet
γὰρ ἐποιεῖτο Πατέρα τὸν Θεόν· προκατασκευάσας δὲ πάλιν, ὅτι καὶ Θεὸς Δημιουργὸς καὶ ζωὴ κατ' ἀλήθειάν ἐστι, καὶ ὅλως, ἵν' οὕτως εἴπω, τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπαγλαϊζόμενον ἰδιώμασι προεισενεγκὼν, εὐκαίρως ἐπάγει λοιπόν Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι καὶ τὸν Πατέρα. εἶτα τί τὸ ἀντιστατοῦν ἀναφανεῖται λοιπὸν, τί δὲ τὸ κωλύον ἐστὶ τὸν, ᾧπερ οὐσιωδῶς ἐνυπάρχει τὰ τοῦ γεννήσαντος ἴδια καὶ ἐξαίρετα, πρὸς τὸ ἴσον τῆς τιμῆς ἀναβαίνειν μέτρον; αὐτὴν γὰρ ἤδη τιμῶντες τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἁλωσόμεθα φύσιν, καλῶς ἐν Υἱῷ διαλάμπουσαν· διὰ γὰρ τοῦτό φησιν ἐφεξῆς Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. ἀναβήσεται γὰρ οὐκ ἐφ' ἕτερόν τινα μᾶλλον τῆς εἰς Υἱὸν ἀτιμίας τὸ ἔγκλημα, καὶ τῆς δυσφημίας ἡ δύναμις, ἢ εἰς αὐτὸν ἀληθέστερον τὸν Πατέρα, καθάπερ ἀπὸ πηγῆς τῆς οἰκείας φύσεως ἀνέντα τὸν Υἱὸν, εἰ καὶ συνυπάρχων ἀϊδίως αὐτῷ διὰ πάσης ὁρᾶται τῆς ἁγίας γραφῆς. Ἀλλὰ ναὶ, φησὶν ὁ δι' ἐναντίας, ἡκέτω τῆς εἰς Υἱὸν ἀτιμίας τὸ ἔγκλημα πρὸς ὅπερ ἂν βούλοιο, μᾶλλον δὲ εἰς αὐτὸν ἀφικνείσθω τὸν Θεὸν καὶ Πατέρα. ἀγανακτήσει γὰρ δὴ καὶ μάλα εἰκότως, ἀλλ' οὐχὶ πάντως, ὡς τῆς αὐτοῦ φύσεως ὑβρισμένης ἐν Υἱῷ, κατὰ τὸν ἀρτίως ἡμῖν φιλοτεχνηθέντα λόγον, ἀλλ' ἐπείπερ ἐστὶν εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ, ὡς πρὸς τὴν θείαν τε καὶ ἄῤῥητον αὐτοῦ φύσιν ἄριστα μεμορφωμένος, χαλεπαίνει μὲν εὐλόγως, ἀνοίσει δὲ πάντως εἰς ἑαυτὸν τὸ ἀδίκημα. καὶ γὰρ ἦν ὄντως τῶν ἀτοπωτάτων, τὸν τοῖς θείοις χαρακτῆρσιν ἐμπαροινήσαντα, μὴ οὐχὶ πάντως τῆς εἰς ἀρχέτυπον ἁμαρτίας ἀποτιννύναι δίκας. ὥσπερ οὖν ἀμέλει, καὶ ὁ ταῖς εἰκόσι τῶν ἐπὶ γῆς βασιλέων ἐμπαροινήσας, ὡς εἰς αὐτὸν ἤδη πεπλημμεληκὼς τὸν κρατοῦντα κολάζεται· ὡρισμένον δέ τι τοιοῦτον παρὰ