Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.340
Not analysed yet
ἐξουσίας, ἅπερ ἂν ἐκείνῳ προσήκοι τε καὶ πρέποι. εἰκὼν δὲ ἑτέρως, ἢ καθ' ἑτέραν τινὰ ποιότητα πράγματος ἢ ποσότητα, σχῆμά τε καὶ ἀναλογίαν· δεῖ γὰρ ἤδη συλλήβδην εἰπεῖν. Διδασκέτωσαν τοίνυν οἱ τῆς θείας εἰκόνος ἀκριβέστατοι ζητηταὶ, πότερόν ποτε τὴν οὐσιώδη καὶ φυσικὴν ἀπονέμειν ὁμοίωσιν οἴονται δεῖν τῷ Μονογενεῖ, καὶ οὕτως εἰκόνα φασὶν ὑπάρχειν τοῦ Πατρὸς τὸν Μονογενῆ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, ὡσπερανεὶ καὶ τὸν Ἄβελ ἐξ Ἀδὰμ, ὅλην ἀποσώζοντα τοῦ τεκόντος τὴν φύσιν ἐν ἑαυτῷ, καὶ ὁλόκληρον τῆς ἀνθρωπότητος φοροῦντα τὸν λόγον; ἢ δυσχερανοῦσι μὲν ἐπὶ τούτῳ λίαν, ὡς Θεὸν ὄντως ἐκ Θεοῦ κατὰ φύσιν ὁμολογεῖν ἀναγκαζόμενοι τὸν Υἱὸν, ἐπὶ δὲ τὸ μάχεσθαι τῇ ἀληθείᾳ συνήθως ἐκνεύοντες, ἐπὶ τὸν δεύτερον τῆς εἰκόνος ἀναβαδιοῦνται τρόπον, ὃς ἐν μόνῃ νοεῖται μορφῇ καὶ χαρακτῆρι καὶ σχήματι. ἀλλ' οἶμαι μὲν τοῦτο λέγειν ἀποναρκήσειν αὐτούς. οὐ γὰρ πεποσῶσθαι τὸ θεῖον, ἢ καὶ σχήματι περιγραπτὸν, καὶ χαρακτῆρι μετρούμενον, ἢ καὶ ὅλως τὰ σωμάτων ὑπομένειν τὸ ἀσώματον, ὑπολήψεταί τις, οὐδ' εἰ σφόδρα φαίνοιτο ληρῶν. ἆρ' οὖν ὡς πρὸς ἤθη καὶ τρόπους καὶ θέλημα μεμορφῶσθαι λέγουσιν αὐτὸν, καὶ ταύτην αὐτῷ περιτιθέντες οὐκ αἰσχύνονται τὴν εἰκόνα; πῶς γὰρ ἔτι κατὰ φύσιν νοεῖται Θεὸς ὁ ἐν μόνῳ τῷ θέλειν τὴν πρὸς αὐτὸν ἔχων ὁμοίωσιν, ἕτερον δέ τι καθ' ἑαυτὸν ἰδίως ὑπάρχων; ὑφεστάναι γὰρ πάντως ὁμολογήσουσιν αὐτόν. εἶτα τί τὸ πλέον ἐν αὐτῷ παρὰ τὴν κτίσιν φανεῖται λοιπόν; ἢ γὰρ οὐχὶ καὶ ἀγγέλους πιστεύσομεν πρὸς τὸ θεῖον αὐτοὺς ἐπείγεσθαι διαπράττειν θέλημα, ἕτερόν τι παρὰ τὸν Θεὸν κατὰ φύσιν ὑπάρχοντας; τί δὲ ὅταν καὶ ἐφ' ἡμῶν νοῆται τὸ