Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.341
Not analysed yet
εἰρημένον; ἆρα γὰρ τοῖς ὑπὲρ φύσιν παραλόγως ἐπιπηδᾶν, καὶ τῶν ἀδυνάτων ἐφίεσθαι διδάσκει λέγων αὐτὸς ὁ Μονογενής "Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ "οὐράνιος οἰκτίρμων ἐστί;" τοῦτο γὰρ ἦν ἀνενδοιάστως εἰπεῖν, χρῆναι δὴ πάντως ἡμᾶς τὴν ἐν ταυτότητι θελημάτων ἀναλαμβάνειν εἰκόνα τοῦ Πατρός. μιμητὴς δὲ καὶ ὁ Παῦλος ἐγίνετο τοῦ Χριστοῦ, τῆς, ὡς ἐκεῖνοι ληροῦντές φασιν, ἐν θελήμασι μόνοις εἰκόνος τοῦ Πατρός. ἀλλὰ καὶ τούτων μὲν ἀπαναστήσονται κατὰ τὸ εἰκὸς τῶν ἀθλίων νοημάτων, ὥσπερ δέ τι μεῖζον ἐπινοοῦντες καὶ ἄμεινον, ἐκεῖνο δὴ πάντως ἐροῦσιν Εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενὴς, ὅσον ἐν ταυτότητι θελημάτων, ὅσον ἐπὶ ἀξίωμα καὶ δόξαν καὶ δύναμιν τὴν θεοπρεπῆ, ὅσον εἰς ἐνέργειαν τὴν ἐπὶ τῷ κτίζειν καὶ θαυματουργεῖν, ὅσον εἰς τὸ βασιλεύειν καὶ πάντων κρατεῖν, ὅσον εἰς τὸ κρίνειν καὶ προσκυνεῖσθαι πρός τε ἀγγέλων καὶ ἀνθρώπων καὶ πάσης ἁπαξαπλῶς τῆς κτίσεως. διὰ τούτων ἁπάντων ἡμῖν ἐν ἑαυτῷ δεικνύων τὸν Πατέρα, οὐκ ἐκ τῆς ὑποστάσεώς φησιν, ἀλλὰ "χαρακτήρ ἐστι τῆς "ὑποστάσεως αὐτοῦ." οὐκοῦν, ὅπερ ἔφημεν ἀρτίως, οὐδέν ἐστι τῶν εἰρημένων κατὰ φύσιν ὁ Υἱὸς, ἔξω δὲ πάντων ἀθρόως κείσεται, κατά γε τὸν παρ' ὑμῶν ἀνοητότατον λόγον, οὔτε δὲ Θεὸς ἀληθινὸς, οὔτε Υἱὸς, οὐ βασιλεὺς, οὐ Κύριος, οὐ δημιουργὸς, οὐ δυνατὸς, οὔτε μὴν ἐν θελήμασιν ἀγαθὸς κατὰ φύσιν ἰδίοις ἐστίν· ἐν δὲ γυμνοῖς καὶ μόνοις τοῖς θεοπρεπέσιν ὁρᾶται καυχήμασι. καὶ ὅπερ ἐστὶ ταῖς ἐν πίναξι γραφαῖς ἡ τῶν χρωμάτων ἐπιβολὴ, μόναις αὐταῖς ταῖς τῶν ὁρωμένων ποικιλίαις ἐξωραΐζουσα, φοροῦσα δὲ ἀληθὲς οὐδέν· τοῦτο καὶ ἐν Υἱῷ τῶν τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιωμάτων τὸ κάλλος, ἐν μὲν ψιλοῖς καὶ μόνοις ὀνόμασι περιανθίζεται, ἔξωθεν δὲ ὥσπερ χρωμάτων τινῶν ἐπαλείφεται δίκην·