Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.342
Not analysed yet
σκιαγραφεῖται δὲ μᾶλλον ἡ θεία φύσις ἐν αὐτῷ, καὶ ὡς ἐν ψιλῷ φαίνεται τύπῳ. Εἶτα πῶς οὐκ ἄντικρυς ἁπάσαις φανήσεσθε ταῖς ἁγίαις πολεμοῦντες γραφαῖς, ἵνα δὴ καὶ δικαίως ἀκούσητε "Σκλη"ροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσὶν, ὑμεῖς "ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες "ὑμῶν καὶ ὑμεῖς." πότε γὰρ οὐ Θεὸν ἀληθινὸν ὀνομάζουσι τὸν Υἱὸν, ἢ πότε τῆς τοῦ τεκόντος οὐσίας ἔξω φέρουσιν αὐτόν; τίς δὲ ὁ τολμήσας εἰπεῖν ὡς οὔτε φύσει δημιουργὸς οὔτε βασιλεὺς οὔτε παντοκράτωρ ἢ προσκυνητός ἐστιν; ὁ μὲν γὰρ θεσπέσιος μελῳδὸς, ὡς πρὸς αὐτόν που φησὶ τὸν Μονογενῆ "Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Θωμᾶς δὲ πάλιν ὁμοίως ὁ νουνεχέστατος μαθητὴς, καὶ Θεὸν ὁμοῦ καὶ Κύριον ἀποκαλεῖ. παντοκράτωρ δὲ καὶ δημιουργὸς, διὰ πάσης ἁγίου καλεῖται φωνῆς, καὶ ὡς οὐκ ἐπακτὸν ἔχων καθ' ὑμᾶς τὸ ἀξίωμα, ἀλλ' ὡς τοῦτο κατὰ φύσιν ὑπάρχων, ὅπερ εἶναι λέγεται, διά τε τοῦτο προσκυνεῖται παρά τε τῶν ἁγίων ἀγγέλων καὶ πρὸς ἡμῶν, καίτοι μηδενὶ προσκυνεῖν ἑτέρῳ τῆς θείας λεγούσης χρῆναι γραφῆς, πλὴν μόνῳ Κυρίῳ τῷ Θεῷ. Εἰ μὲν οὖν ἐπίκτητον αὐτῷ καὶ δοτὸν ἐνυπάρχειν τὸ θεοπρεπὲς ἀξίωμα πεπιστεύκασιν, εἶτα τῷ τοιούτῳ προσκυνεῖν οἴονται δεῖν, ἴστωσαν παρὰ τὸν κτίστην τῇ κτίσει λατρεύοντες, πρόσφατόν τε καὶ νέον ἑαυτοῖς ζωγραφοῦντες θεὸν, ἤπερ ὄντως τὸν κατὰ φύσιν ἐπιγινώσκοντες. εἰ δὲ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἔξω κεῖσθαι λέγοντες τὸν Υἱὸν, καὶ Υἱὸν αὐτὸν καὶ Θεὸν ὁμολογοῦσιν ὑπάρχειν ἀληθινὸν καὶ βασιλέα καὶ κύριον καὶ δημιουργὸν καὶ οὐσιωδῶς ἐν ἑαυτῷ τὰ τοῦ Πατρὸς ἔχειν ἴδια καὶ ἐξαίρετα· βλεπέτωσαν ὅποι ποτὲ πάλιν αὐτοῖς τὸ τῶν τῇδε δοκούντων ἀπο-