Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.344
Not analysed yet
Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ἀποδείξας ἤδη διὰ τῶν προλαβόντων ἀρκούντως, ὡς οὐκ εἰς μόνον ἁμαρτάνουσι τὸν Υἱὸν οἱ τάλανες Ἰουδαῖοι, τολμῶντες ἐπιτιμᾶν οἷσπερ ἂν λέγῃ διδάσκων, ἢ καὶ ἐργάζηται παρ' αὐτοῖς, ἀλλὰ καὶ εἰς αὐτὸν ἀμαθαίνοντες πλημμελοῦσι τὸν Πατέρα, καὶ ὅσον ἧκεν εἰς τὴν τῶν εἰρημένων ἐνέργειαν, περιστείλας τῷ φόβῳ τὸ θράσος, καὶ ζῆν ἀναπείσας ἐπιεικέστερον τῇ τῶν ἐσομένων ἐλπίδι, λοιπὸν σαγηνεύει πρὸς εὐπείθειαν. οὐκ ἀτέχνως δὲ πάλιν τὸν ἐπὶ τούτοις ἐποιήσατο λόγον. ἐπειδὴ γὰρ οἶδεν ἔτι νοσοῦντας τοὺς Ἰουδαίους, σκανδαλιζομένους τε ἔτι περὶ αὐτοῦ, πάλιν ἀναφέρει τὴν πίστιν εἰς τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ὡς ἑαυτὸν ἔξω τιθεὶς, ἀλλ' ὡς διὰ τὴν ταυτότητα τῆς οὐσίας καὶ ἐν Πατρὶ τιμώμενος. τοὺς δέ γε πιστεύοντας, οὐ μετόχους ἔσεσθαι μόνον τῆς αἰωνίου ζωῆς, ἀλλὰ καὶ τὸν ἐκ τῆς κρίσεως διαφεύξεσθαι κίνδυνον, δικαιουμένους δηλονότι διισχυρίζεται, κεκερασμένον ἐλπίδι προτείνων τὸν φόβον. οὕτω γὰρ ἦν ἐνεργέστερόν πως καὶ δεικτικώτερον τοῖς ἀκροωμένοις ἀπεργάσασθαι τὸν λόγον. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν. Ἐκ θανάτου πρὸς ζωὴν μεταβήσεσθαι τοὺς πιστεύοντας εἰπὼν, ἑαυτὸν εἰσφέρει τῆς ἐπαγγελίας ἐργάτην καὶ ὅλου τοῦ