Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.345
Not analysed yet
πράγματος ἀποτελεστὴν, ὁμοῦ μὲν ἐκεῖνο τοῖς Ἰουδαίοις ὑπαινιττόμενος, ὅτι θαυμαστὴ μὲν ὄντως ἐστὶν ἡ ἐπὶ τῷ παραλελυμένῳ δύναμις, ἀξιολογωτέρων δ' οὖν ὅμως ἀναδειχθήσεται δημιουργὸς ὁ Υἱὸς, οὐκ ἀῤῥώστημα μόνον, οὐδὲ τὰς ἐκ νόσου μαλακίας τῶν ἀνθρωπίνων ἐξελαύνων σωμάτων, ἀλλὰ καὶ αὐτὸν ἤδη τὸν θάνατον καὶ τὴν ἐπισκήψασαν ἀνατρέπων φθοράν· τοῦτο γὰρ ἦν τὸ καὶ μικρῷ πρότερον εἰρημένον "Ὁ Πατὴρ φιλεῖ τὸν Υἱὸν καὶ πάντα δείκνυσιν "αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ "ἔργα, ἵνα ὑμεῖς θαυμάζητε." τὸ γὰρ ἐν τῷ θαυμάζεσθαι μεῖζον, ἐν τῇ τῶν νεκρῶν ἀναστάσει φαίνεται. ὁμοῦ δὲ πάλιν ἐκεῖνο κατασκευάζων, ὅπερ ἦν εἰκὸς οὐκ ἐν ὀλίγῳ μέτρῳ καταπτοήσειν τοὺς ἀκροωμένους· ὅτι γὰρ καὶ ἀναστήσει τοὺς νεκροὺς, καὶ πρὸς κρίσιν ἄξει τὸ ποίημα, διαγορεύει σαφῶς, ἵνα τῷ προσδοκᾶν αὐτῷ παραστήσεσθαί ποτε, καὶ τὸν ἐφ' ἑκάστοις ἀποδώσειν λόγον, ὀκνηρότεροι μέν πως εἰς τὴν ἐπὶ τὸ διώκειν αὐτὸν εὑρίσκοιντο τόλμαν, δέχοιντο δὲ προθυμότερον ἤδη τὸν τῆς διδασκαλίας τε καὶ ὑφηγήσεως λόγον. Εἰς ταῦτα μὲν οὖν ὁ τοῦ κεφαλαίου σκοπὸς ὁρᾶται καὶ συντείνεται· τὸ δὲ πρὸς λέξιν ἡμᾶς ἀναγκαῖον ἀπολευκάναι λοιπόν. ὁ μὲν οὖν κοινὸς, ὡς ἔοικεν, ἔχει λόγος, ὡς ἥξει ποτὲ καιρὸς καθ' ὃν ἀκούσονται τῆς τοῦ διανιστῶντος φωνῆς οἱ νεκροί· παρεῖναι δὲ καὶ νῦν οὐδὲν ἧττον ὑπολαμβάνουσιν αὐτὸν, ἢ ὡς Λαζάρου τυχὸν τῆς τοῦ Σωτῆρος ἀκουσομένου φωνῆς, ἢ καὶ νεκροὺς εἶναι λέγοντες τοὺς οὔπω διὰ τῆς πίστεως εἰς αἰώνιον ἀνακεκλημένους ζωὴν, οἳ δὴ καὶ πάντως εἰς αὐτὴν ἔμελλον ἀναβήσεσθαι, τὴν τοῦ Σωτῆρος διδασκαλίαν παραδεξάμενοι. καὶ σώζει μὲν ὄντως τῆς θεωρίας ὁ τρόπος τὸ ἐν πιθανότητι σχῆμα, τὸ δὲ ἀκριβὲς οὐ πάνυ· διὸ δὴ πάλιν τὴν τῶν λεγομένων ἀναμασώμενοι δύναμιν, τὸν