Ancient Greek · ~2 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.362
Not analysed yet
ὑμῶν παραγράψομαι· ἔχω τὸν ἄνωθεν μαρτυροῦντα Πατέρα. διδάσκων δὲ πάλιν, ὅτι συναίνεσιν ὑποθετικὴν ὁ λόγος ὠδίνει, χρησίμως ἐπήνεγκε Ταῦτα δὲ λέγω ἵνα ὑμεῖς σωθῆτε, ἀντὶ τοῦ Τοὺς τοιούτους πρὸς ὑμᾶς ἐποιησάμην λόγους, οὐχ οὕτως ἐχούσης τῆς ἀληθείας, ἀλλ' ὑποθετικῶς, ἵνα ὑμεῖς διὰ παντὸς σώζησθε τρόπου. Καὶ μέχρι δὴ τούτου τὸ δεύτερον ἡμῖν βιβλίον στήσεται. ΚΥΡΙΛΛΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΠΛΗΡΩΘΗ ΒΙΒΛΙΟΝ Βʹ.