Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.361
Not analysed yet
ἁγίοις κατατεταγμένων· ὃ δὴ καὶ ποιεῖν οὐ κατοκνοῦντές τινες, τοῖς τῶν προφητῶν ἀντέπραττον λόγοις "Ἄλλα ἡμῖν "λαλεῖτε, βοῶντες, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν." ἔτι τε πρὸς τούτοις, καὶ τῶν ἐξ Ἱεροσολύμων, ἤτοι τῆς Ἰουδαίων χώρας, εἰς τὴν Αἰγυπτίων καταπεφευγότες τινές· Ἀζαρίας δὲ ἦν υἱὸς Ὡσηὲ καὶ Ἰωάννης υἱὸς Καρηὲ, καὶ πάντες οἱ ἄνδρες οἱ ὑπερήφανοι, καθὰ γέγραπται, διαῤῥήδην ταῖς Ἱερεμίου προφητείαις ἀπειθοῦντες, ἔφασκον "Ψεύδῃ, "οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς εἰπεῖν Μὴ εἰσέλθητε "εἰς Αἴγυπτον·" ἡ δὲ διὰ τῶν θαυμάτων ἀπόδειξις, ποίαν ἂν λάβοι τὴν ἀντιλογίαν, καὶ τὸ τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιμαρτυρεῖσθαι πλεονεκτήμασι, ποῖον ἔτι δώσει τοῖς φιλεγκλήμοσι τῆς δυστροπίας τὸν τρόπον; καὶ γοῦν ὁ Νικόδημος· εἷς δὲ ἦν οὗτος τῶν παρ' ἐκείνοις καθηγητῶν, καὶ ἐν τοῖς τὸ ἄρχειν λαχοῦσι κατατεταγμένος· ἀναντίῤῥητον τὴν ἀπὸ τῶν θαυμάτων ἐποιεῖτο μαρτυρίαν λέγων "Ῥαββὶ, οἴδαμεν ὅτι "ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται τὰ "σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' "αὐτοῦ." Ὡς οὖν οὐκ ἐκβαίνοντος τὴν Ἰουδαίων κακόνοιαν τοῦ καὶ αὐτὸν ἀπειθεῖσθαι τὸν ἅγιον βαπτιστὴν, τὴν ὅσον ἧκεν εἰς λόγους μαρτύριαν εἰσάγοντα, πάλιν ὡς ἐν ἤθει φησί Μεμαρτύρηκε μὲν τῇ ἀληθείᾳ, καίτοι παρ' ὑμῶν ἐρωτώμενος, ὁ μακάριος βαπτιστὴς, ἀλλ' ἐπείπερ ὑμῖν ἀνεπιχείρητον οὐδὲν, καὶ τὸ ῥιψοκινδύνως ἐπὶ πᾶσαν ἰέναι λοιδορίαν κατείθισται, καὶ τὴν ἐκείνου κατὰ τὸ εἰκὸς παρεκρούσασθε φωνήν. ἐπειδὴ δὲ ὀρθῶς μὲν ὑμῖν ἔχειν καὶ τοῦτο δοκεῖ, ἔστω δὴ, πείθομαι τυχὸν, κατανεύω σὺν ὑμῖν, ἀποστήσομαι δι' ὑμᾶς καὶ τῆς Ἰωάννου φωνῆς, καὶ τὴν ἐκείνου μαρτυρίαν μεθ'