Ancient Greek · ~3 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.365
Not analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται παρὰ Χριστοῦ. ἌΡΤΙ καὶ μόλις τὸν ἐπὶ τῷ δευτέρῳ βιβλίῳ στήσαντες κάλαμον, καὶ τῶν θείων θεωρημάτων τὸ πλατύ τε καὶ βαθὺ διανηξάμενοι πέλαγος, καταίρειν τε οὕτω νομίσαντες, ὡς εἰς λιμένα τὸ τέλος, καὶ μονονουχὶ τῆς ἠπείρου τὸ σκάφος ἐξάπτοντες, θαλάττης ὁρῶμεν ἑτέρας ἀρχὴν, τὸν ἐπὶ τοῖς ἐφεξῆς δηλονότι δρόμον, ὃν καὶ ὅτι προσήκοι μετὰ πάσης ἡμᾶς ἐξανύειν σπουδῆς, καὶ αὐτὸς δυσωπεῖ τοῦ πράγματος ὁ σκοπὸς, ἀναπείθει δὲ οὐδὲν ἧττον καὶ τὸ ὑπό του λεγόμενον "Ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής." φέρε δὴ οὖν εἰς εὔτολμον πάλιν ἀναβαίνοντες φρόνημα, τῷ μὲν ἀγαθῷ καὶ φιλανθρώπῳ Θεῷ τὰ καθ' ἡμᾶς οἰακοστρο-