Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.366
Not analysed yet
φεῖν ἐπιτρέπωμεν· ἀναπετάσαντες γὰρ καθάπερ ἱστίον τῆς διανοίας τὸ πλάτος, καὶ τὴν τοῦ Πνεύματος χάριν ἐγκολπούμενοι καθάπερ ἐκ πρύμνης οὐρίαν ἠχὴν, εἰς βαθείαν ἐκτρέχωμεν ζήτησιν. Χριστὸς γάρ ἐστιν "ὁ διδοὺς ἐν θα"λάσσῃ ὁδὸν καὶ ἐν ὕδατι τρίβον." κατέληξε μὲν οὖν τὸ δεύτερον ἡμῖν βιβλίον, ἐν τῷ "Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου "τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς "σωθῆτε." ἀρξώμεθα δὲ τοῦ τρίτου, στοιχηδὸν ἐπισυνάπτοντες τὰ ἐφεξῆς τὰ περὶ τοῦ ἁγίου βαπτιστοῦ λέγοντος τοῦ Χριστοῦ· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. Λύχνῳ παρεικάζει τὸν ἅγιον βαπτιστὴν, ἅτε δὴ κατὰ τὸ προσεῖναι πεφυκὸς ἀνθρώπῳ μέτρον προαναλάμψαντα μὲν τῆς παρουσίας αὐτοῦ, πλὴν οὐκ ἰδίῳ κεχρημένον φωτί· οὐ γὰρ ἴδιον ἐν τῷ λύχνῳ τὸ φῶς, ἀλλ' ἔξωθέν τε καὶ ἐπακτὸν καὶ προστεθειμένον· οὕτω δ' ἂν ἴδοις καὶ ἐν τοῖς ἁγίοις τὸν παρὰ Χριστοῦ φωτισμὸν ἐν πνεύματι· διὸ δὴ καὶ λίαν εὐγνωμονέστατα καὶ φρονοῦντες καὶ πράττοντες αὐτοὶ δι' οἰκείας ὁμολογοῦσι φωνῆς "Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ "ἡμεῖς πάντες ἐλάβομεν." φῶς μὲν γάρ ἐστι κατὰ φύσιν ὁ Μονογενὴς, ἅτε δὴ καὶ ἐκ φωτὸς ἀναλάμψας, τῆς τοῦ Πατρὸς οὐσίας φημί· μετέχει δὲ ἡ κτίσις αὐτοῦ, καὶ πᾶν εἴ τι τὴν τοῦ λογικεύεσθαι καὶ φρονεῖν ἐπάγεται δύναμιν, σκεῦος ὥσπερ ἐστὶν εἰς τὸ δύνασθαι θείου πληροῦσθαι φωτὸς, ἄριστα διηρτισμένον ὑπὸ τοῦ πάντων ἀριστοτέχνου Θεοῦ. λύχνος οὖν ὁ μακάριος βαπτιστὴς κατὰ τὸν ἤδη προαποδοθέντα λόγον. τοῦτο δὲ λέγων ὁ Σωτὴρ οἰκονομικῶς τοὺς