Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.369
Not analysed yet
Ὅτε τοίνυν τὰ περὶ τῆς ἁγίας σκηνῆς διετύπου Θεὸς, μετὰ τὴν τῶν αὐλαίων τῶν δέκα συμπλήρωσιν, λέγει πρὸς τὸν ἱεροφάντην Μωυσέα "Καὶ σὺ σύνταξον τοῖς υἱοῖς "Ἰσραὴλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαίων ἄτρυγον "καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι, ἵνα καίηται ὁ λύχνος "διὰ παντὸς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἔξωθεν τοῦ κατα"πετάσματος τοῦ ἐπὶ τῆς διαθήκης· καύσει αὐτὸν ὁ Ἀαρὼν "καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐναντίον Κυρίου, "νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν "Ἰσραήλ. καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν "τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ἰσραὴλ "ἱερατεύειν μοι." τὸ μὲν οὖν θεῖον λόγιον ἐν τούτοις ἡμῖν ἑστάτω, χωρητέον δὲ ἤδη πρὸς τὴν ἐνδεχομένην σαφήνειαν αὐτοῦ· τὸ ἔλαιον τὸ ἄτρυγόν τε καὶ καθαρὸν, ἔοικεν ὑποδηλοῦν τὴν καθαρωτάτην καὶ ἀθόλωτον τοῦ Ἁγίου Πνεύματος φύσιν, ἥτις ἐν ἡμῖν ἐλαίου δίκην ἀπερινοήτως εἰστρέχουσα ἀποτρέφει καὶ συνέχει καὶ αὔξει τὸν ἐν ψυχῇ φωτισμὸν, καθάπερ ἐν λύχνῳ κείμενον. οὕτω δὲ καὶ τὸν θεσπέσιον βαπτιστὴν τῆς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας τὸ φῶς ἐκλάμψαι πιστεύομεν, οὐχ ἑτέρωθεν τὴν τοῦ δύνασθαι φωταγωγεῖν κομισάμενον δύναμιν, ἢ διὰ τοῦ ἐλαίου τοῦ νοητοῦ, δυνατῶς τε καὶ ἐπιτηδείως ἔχοντος εἰς τὸ φῶς καῦσαι τὸ θεῖον ἐν ἡμῖν, ὃ δὴ καὶ αὐτὸς ὡς ἐν αἰνίγματι ὁ Σωτὴρ κατεμήνυσε λέγων "Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί "θέλω εἰ ἤδη ἀνήφθη;" λύχνος οὖν ὡς ἐν τύπῳ πάλιν ὁ καιόμενος καὶ φαίνων διὰ παντὸς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὁ μακάριος ἦν βαπτιστής· καὶ τὸ μὲν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φαίνειν αὐτὸν, σημαίνει καὶ καλῶς, ὅτι δεκτὸς ἐν ἐκκλησίαις ὁ παρ' αὐτοῦ φωτισμὸς, καὶ οὐκ ἔξω κείσεται τῆς