Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.368
Not analysed yet
ὑβρίζουσιν, οὐκ ἀνεχόμενοι λέγοντος τό "Ἑτοιμάσατε τὴν "ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν." τοῦτο γὰρ δὴ καὶ ποιοῦντες σαφῶς διὰ τῆς ἀπειθείας ἁλίσκονται. Ἤδη μὲν οὖν, καθάπερ ὑπολαμβάνω, τὸν εὐτριβῆ καὶ κατειθισμένον τοῖς πολλοῖς τῆς ἑρμηνείας τρόπον τοῦ προκειμένου τηρήσαντες, τὴν ἐπ' αὐτῷ θεωρίαν κατὰ τὴν ἐνοῦσαν ἡμῖν ἐξεθέμεθα δύναμιν· ἐπειδὴ δὲ τοῦ Σωτῆρος ὁ λόγος εἰς βαθείας ἡμᾶς κατατείνων ἐννοίας, καὶ πικροτέρων ἅψασθαι νοημάτων μονονουχὶ καὶ ἐπαναγκάζων ὁρᾶται, οὐχ ἁπλῶς ὅτι λύχνος ἦν Ἰωάννης σημαίνων, ἀλλ' ὅτι καὶ καιόμενος καὶ φαίνων, ἀναγκαῖον ἡγούμεθα, προσβαλόντας ὀξυωπέστερον τῇ τῶν εἰρημένων δυνάμει, τῆς ἀληθείας τὸ κάλλος ἰχνηλατεῖν. αὐτὸ δὲ δὴ πάλιν εἰς μέσον ἡμῖν παροισθήσεται τὸ ῥητόν. Ἐκεῖνος ἦν ὁ λύχνος φησίν. ἐξήρκει καὶ διὰ τούτου μόνου κατασημῆναι τὸν ἅγιον βαπτιστὴν, ὥστε καὶ εἰς ἔννοιαν τοὺς ἀκροωμένους ἀναδραμεῖν τῆς περὶ αὐτοῦ προφητείας, ἐχούσης ὧδε "Ἡτοίμασα λύχνον τῷ Χριστῷ "μου." ἐπειδὴ δὲ προστίθησι τῷ λύχνον εἰπεῖν, ὁ καιόμενος καὶ φαίνων, δῆλος ἂν εἴη δήπουθεν οὐκ εἰς μόνην τὴν τοῦ προφήτου φωνὴν ἀναφέρων τὸν ἀκροατὴν, ἀλλὰ καὶ εἰς νομικήν τινα διατύπωσιν, ὡς ἐν σχήματι πάλιν καὶ σκιᾷ τὴν Ἰωάννου δᾳδουχίαν προαναπλάττουσαν, ἣν καλῶς ἐποιήσατο μαρτυρήσας τῷ δεσπότῃ Χριστῷ. ὡς δὲ τοῖς Μωυσαϊκοῖς ὁμιλοῦντας λόγοις καὶ τοῦτο ἐνδελεχῶς τοὺς οἰησίφρονας Φαρισαίους, ἐξελέγχει πάλιν ἀμαθαίνοντας, καὶ δοκήσει μᾶλλον ὄντας σοφοὺς, ἤπερ ὄντως νομομαθεῖς. οὗτος μὲν οὖν σύμπας ἐστὶν ὁ τοῦ λόγου σκοπός· δεῖν δὲ ἡμᾶς ἀναμφιλόγως ὑπολαμβάνω καὶ τὸ θεῖον αὐτὸ παρακομίζοντας λόγιον, ἐπιδεικνύειν ἤδη λύχνον οὐχ ἁπλῶς, ἀλλὰ καὶ καιόμενον καὶ φαίνοντα τὸν μακάριον βαπτιστήν.