Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.371
Not analysed yet
τευόντων ἐπιλογήν. ἀναβήσῃ δὲ πάλιν ὅλον τοῦ κεφαλαίου τὸν λόγον ἀναμασώμενος εἰς τοιαύτην τινὰ θεωρίαν, καὶ οὐκ ἄκομψον, ὥς γε μοι δοκεῖ· ἐπὶ τέλει τῆς σκηνῆς ἡ ἐπὶ τῷ λύχνῳ διάταξις εἰσενήνεκται, μεθ' ἣν εὐθὺς ἡ τῶν ἱερέων προβολή τε καὶ χρῆσις. ἐπὶ γὰρ τέλει τοῦ νόμου καὶ τῶν προφητῶν, ἡ τοῦ προβαδίζοντος ἐξέλαμψε "Φωνὴ βοῶντος "ἐν τῇ ἐρήμῳ, καθὰ γέγραπται, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, "εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν," μεθ' ὃν εὐθὺς ἡ τῶν ἁγίων ἀποστόλων διὰ Χριστοῦ χειροτονία τε καὶ ἀνάδειξις· ἐξελέξατο γὰρ ὁ Κύριος "δώδεκα, οὓς καὶ ἀπο"στόλους ὠνόμασεν." Καὶ ἐν τούτοις ἡμῖν τῆς ἐπὶ τῷ λύχνῳ θεωρίας συμπεπερασμένης, ἴδωμεν πάλιν τὴν τοῦ Σωτῆρος φωνήν Ἐκεῖνος ἦν ὁ λύχνος φησὶν ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. ἕξιν ἀμαθῆ καὶ δυσάγωγον εἰς ὑπακοὴν τοῖς Φαρισαίοις ἐγκαλεῖ, καὶ διελέγχει πάλιν, ὡς ἀσύγκριτον νοσοῦσι τὴν ἀπαιδευσίαν, οὐδὲ ἅπερ εἰδέναι κατεπαγγέλλοντο νοεῖν ἰσχύοντες, καὶ πολὺ μὲν λίαν τῆς ἀκριβοῦς νομομαθείας ἐξῳκισμένοι, ἀγνοοῦντες δὲ κατὰ τὸ παντελὲς, ἅπερ ὡς ἐν σχήμασιν ὁ νομοθέτης προανετύπου διὰ Μωυσέως. διὰ μὲν γὰρ τοῦ λέγειν, ὅτι ὁ λύχνος ἦν ἐκεῖνος ὁ καιόμενος καὶ φαίνων, δυσωπεῖ κατὰ τὸ εἰκὸς ὡς οὔπω νενοηκότας τὸ ἐν νομικοῖς αἰνίγμασι καὶ πάλαι σκιαγραφούμενον· διὰ δὲ τοῦ εἰπεῖν Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ, τῆς ἄνωθεν ψήφου τὸ οἰκεῖον ἀεὶ προτάττοντας θέλημα πάλιν εἰσφέρει, καὶ οἷσπερ ἂν βούλωνται μόνοις ἀκολουθεῖν εἰθισμένους. τοῦ γὰρ νομοθέτου, φησὶ, διὰ παντὸς φαίνειν τε καὶ καίεσθαι τὸν λύχνον διατεταχότος, οὐκ εἰς ἀεὶ φαίνειν αὐτὸν ὑμεῖς