Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.372
Not analysed yet
ἠθελήσατε, ἀλλὰ πρὸς μόνην ὥραν, τουτέστι πρὸς ὀλιγοστὸν κομιδῆ τὸν καιρόν. ἐν ἀρχῇ γὰρ θαυμάσαντες κατεσβέσατε, τὸ ὅσον ἐφ' ἑαυτοῖς, τοῦ λύχνου τὸ φῶς, ἀλογώτατα μὲν ἐπισκήπτοντες τῷ θεόθεν ἀπεσταλμένῳ, καὶ οὐ μόνον αὐτοὶ τὸ βαπτίζεσθαι παραιτούμενοι, ἀλλὰ καὶ τοῦ βαπτίζειν ἑτέρους ἀποκωλύοντες· ἀπεστείλατε γὰρ πρὸς αὐτὸν λέγοντες "Τί οὖν βαπτίζεις;" τουτέστι τί φωτίζεις εἰς μετάνοιαν καὶ ἐπίγνωσιν τοῦ Χριστοῦ; οὐκοῦν εὐηθείας ἅμα καὶ παρανομίας ἐπήνεγκε γραφὴν τοῖς ἀνοήτοις γραμματεῦσι καὶ Φαρισαίοις, ταῖς Ἰωάννου πάλιν ἐπαγωνιζόμενος φωναῖς ὁ Σωτήρ· ὅπερ οἶμαι συνεὶς, ἄριστά τε διειληφὼς καὶ ὁ μακάριος Λουκᾶς τῆς ἐκείνων ἀπονοίας καταβοᾷ λέγων "Καὶ πᾶς ὁ λαὸς "ἀκούσας" τῶν τοῦ Σωτῆρος ῥημάτων δηλαδὴ, "ἐδικαίωσαν "τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου. οἱ δὲ "Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν "ἐν ἑαυτοῖς, μὴ βαπτισθέντες ὑπ' αὐτοῦ." Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκε. καὶ ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Εἰ καὶ λύχνος ἦν ἐκεῖνος, φησὶ, καὶ διὰ νομικῶν συνταγμάτων ζωγραφούμενος, καὶ διὰ φωνῆς τῶν ἁγίων προφητῶν προβοώμενος, ὡς ἀναδειχθήσεταί ποτε τοῦ κατ' ἀλήθειαν προαναλάμπων φωτὸς, καὶ διαγγέλλων ἐν ὑμῖν, ὅτι προσήκει τὴν ὁδὸν εὐτρεπῆ ποιεῖσθαι τοῦ Κυρίου καὶ Θεοῦ· ἀλλ' ἐπείπερ ὑμῖν οὐκ ἀξιόπιστος ἴσως ὁρᾶται, καίτοι τοσοῦτος ὑπάρχων ἐν ἀρετῇ, διὰ τὴν ἐνοῦσαν ὑμῖν ἀχάλινόν τε καὶ ἐκτοπωτάτην ἀπόνοιαν, ἐπὶ τὸ μεῖζον ἤδη χωρῶ, καθ' οὗ κατὰ τὸ εἰκὸς ἐρεῖτε πάλιν οὐδὲν, αὐτὸ τῆς ἀληθείας τὸ κάλλος καὶ παρὰ βούλησιν τὴν ἑαυτῶν δυσωπούμενοι. οὐ