Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.377
Not analysed yet
"εἰπεῖν Ἔγειραι καὶ περιπάτει;" ὁρᾷς ὅπως οὐ περιμείνας τὴν ἐν προφορᾷ ῥημάτων ἀπόκρισιν, ἤτοι γογγυσμὸν, πρὸς τὰς ἐν αὐτοῖς ἐννοίας ὡς Θεὸς ἀποκρίνεται; εὑρήσεις δὲ πάλιν καὶ ἑτέραν πράγματος εἰκόνα κατὰ τοῦτο διηρτημένην τὸ σχῆμα. λέγει γὰρ οὕτως ὁ μακάριος Λουκᾶς "Ἐγένετο "δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν "καὶ διδάσκειν, καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ "δεξιὰ ἦν ξηρά. παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ "οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσι "κατηγορίαν κατ' αὐτοῦ· αὐτὸς δὲ ᾔδει, φησὶν, τοὺς διαλο"γισμοὺς αὐτῶν, καὶ εἶπε τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν "χεῖρα Ἔγειραι καὶ στῆθι εἰς τὸ μέσον. καὶ ἀναστὰς ἔστη. "εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς Ἐπερωτήσω ὑμᾶς εἰ ἔξεστι "τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι." ὁρᾷς δὴ πάλιν ἀνακεκαλυμμένως ἐν τούτοις, ὡς εἰς αὐτὴν ὁρῶν τὴν καρδίαν τῶν ἀνοήτως αἰτιᾶσθαι πειρωμένων αὐτὸν, ἐποιήσατο τοὺς λόγους; τοιοῦτόν τι πάλιν καὶ ἐπὶ τῷ προκειμένῳ ῥητῷ τεθεωρῆσθαι παρὰ τοῦ Σωτῆρος ἐν ταῖς τῶν Φαρισαίων διανοίαις ὑποτοπήσομεν. ὄψει δὲ τὴν εὐθεῖαν ἢ τὴν τοῦ πράγματος θέσιν οὐκ ἀπολακτίσαντα τὸν λόγον, ἕκαστα τῶν ἤδη προειρημένων ἀναμηρύσασθαι κατοκνήσας οὐδαμῶς. Γέγονε τοίνυν ἐν ἀρχῇ πρὸς ἐκείνους ὁ πολύς τε καὶ μακρὸς οὑτοσὶ λόγος ἐπὶ τῷ τεθεραπευμένῳ κατὰ τὸ σάββατον, καὶ διὰ ποικίλων εὑρημάτων καὶ συλλογισμῶν ἀναπείθειν ἐπειρᾶτο Χριστὸς τοὺς οἵπερ ἦσαν ἐπὶ τῇ τοῦ σαββάτου λύσει δυστρόπως ἀσχάλλοντες, ὡς ἔξεστι καὶ ἐλεεῖν ἐν σαββάτῳ, καὶ εἰς πάντας ἐργάζεσθαι τὸ ἀγαθὸν, καὶ πρὸς τούτοις, ὅτι πράγματος ἀξιολογωτάτου σκιὰν ὁ νόμος ἐποιεῖτο τὴν κατὰ τὸ σάββατον ἀργίαν, ἄλλως τε καὶ