Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.378
Not analysed yet
ὅσον ἧκεν εἰς τὴν ἐκείνων ψῆφον παραλύσας τὴν τοῦ σαββάτου τιμὴν, ἢ καὶ τὸν νόμον ὡς διὰ τούτου δὴ μάλιστα παραβεβηκὼς, καὶ ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ λίαν εὐτόνως διισχυρίζετο, καὶ προσέτι μαρτυρεῖσθαι παρ' αὐτοῦ, καὶ συνευδοκήσειν ἐφ' ἅπασιν οἷσπερ ἂν ἐργάσαιτο, διελάλει σαφῶς. πρὸς ταῦτα κατά γε τὸ ἐν λογισμοῖς πιθανὸν, διενθυμοῦνται πάλιν οἱ Φαρισαῖοι καθ' ἑαυτοὺς, ἅτε δὴ τοῖς νομικοῖς προσεδρεύοντες γράμμασιν, ἀεί τε τὰς διὰ Μωυσέως ἐντολὰς προϊσχόμενοι καὶ ἀνεγνωκέναι λέγοντες Τίς ὁ παρὰ τούτου λόγος· πῶς δὲ αὐτῷ συνευδοκήσει παραλύοντι τὸν νόμον ὁ Θεὸς καὶ Πατήρ; πότε δὲ μεμαρτύρηκεν, ἢ τίνα ψῆφον ἐποιήσατο περὶ αὐτοῦ; ἐκ μὲν γὰρ τῶν Μωυσαϊκῶν συνταγμάτων ἐγνώκαμεν ὅτι καταβέβηκεν ὁ Θεὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ὤφθη τοῖς πατράσι τὸ εἶδος αὐτοῦ, ἀκουστὴ, φησὶ, γέγονεν ἡ φωνὴ αὐτοῦ· λελάληκεν ὅλῃ τῇ Συναγωγῇ, τηρεῖν ἐκέλευσε τὴν ἡμέραν τοῦ σαββάτου, σαφῶς διαστείλας ὡδί "Μνήσθητι τὴν ἡμέραν τῶν "σαββάτων ἁγιάζειν αὐτήν· ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις "πάντα τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα "ἅγια Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον." καὶ οὐχ ἑτέρου, φησὶ, ταῦτα λέγοντος ἠκούσαμεν, αὐτήκοος ἦν τῆς θεόθεν φωνῆς ἡ τῶν πατέρων πληθὺς, καὶ μετ' ἐκείνους ἐν ἡμῖν ὁ λόγος τοῦ Θεοῦ· τίς δὲ οὗτός ἐστιν; Ταῦτα πάλιν ἐπείπερ ἐνθυμουμένους ἐθεᾶτο, πικρῶς ἀμαθαίνοντας ἐξελέγχει λέγων Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτ' εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε. τὰ γὰρ ἐν τύπῳ γεγονότα κατ' ἐκεῖνο τοῦ καιροῦ, καὶ δι' ὧν αὐτοῖς ἡ ἐπὶ τὸ ὄρος τὸ Σινᾶ κάθοδος ἐσχηματίζετο τοῦ Θεοῦ, ταῦτα πάλιν εἰδότες οὐδὲν, οὐκ εἰς εἰκόνας πραγμάτων ἐδέχοντο νοητῶν, ἀλλ' ὄντως καὶ τοῖς τοῦ σώματος ὀφθαλ-