Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.381
Not analysed yet
ὁ περὶ τὸ πῦρ ἐν τῷ ὄρει καπνός· ἐν πυρὸς δὲ σχήματι κάτεισι τὸ θεῖον αὐτὸ, κατ' ἐκεῖνο δὴ μάλιστα καιροῦ, πρεπόντως τε καὶ ἀναγκαίως τῇ τοῦ πράγματος φύσει. ἔδει γὰρ ἔδει τὸν εἰς δουλείαν καὶ σύνεσιν διὰ τοῦ μέλλοντος ὁρισθήσεσθαι νόμου καλοῦντα τὸν Ἰσραὴλ, φωτιστὴν ὁρᾶσθαι καὶ κολαστήν· ἄμφω δὲ ταῦτα τελεῖται διὰ πυρός. ἀλλὰ καὶ "φωναὶ, φησὶν, αἱ τῆς σάλπιγγος "ἐγίνοντο προβαίνουσαι ἰσχυρότεραι σφόδρα," ἵνα πάλιν ἡμῖν τοιαύτη τις νοημάτων ἐξυφαίνηται δύναμις· ἐξεφωνήθη μὲν γὰρ καὶ ὁ νόμος παρὰ Θεοῦ, πλὴν οὐ συντόνως ἐν ἀρχῇ διὰ τὴν τῶν παιδαγωγουμένων ἀσθένειαν, ἀλλ' ἰσχνοφώνως, ἵν' οὕτως εἴπω, καὶ οὐχ ὅλην ἔχων τὴν τοῦ σαλπίζοντος δύναμιν. διὸ δὴ καὶ βραδύγλωσσον ἑαυτὸν ὠνόμαζεν ὁ Μωυσῆς. προβαίνοντος δὲ τοῦ καιροῦ, καὶ ἐκ τῆς κατὰ τὸ γράμμα σκιᾶς εἰς πνευματικὴν ἀναφέροντος λατρείαν τοὺς πιστεύοντας εἰς Χριστὸν, ἰσχυρότεραι σφόδρα τῆς θείας σάλπιγγος ἐξέδραμον αἱ φωναὶ, τοῦ σωτηρίου τε καὶ εὐαγγελικοῦ κηρύγματος πᾶσαν τρόπον τινὰ περιηχοῦντος τὴν οἰκουμένην. οὐ γὰρ, καθάπερ ὁ λεπτοβόης τε καὶ σμικροκῆρυξ νόμος εἰς μόνην τὴν Ἰουδαίων ἠκούσθη χώραν, ἢ καὶ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ κατηγγέλλετο, μᾶλλον δὲ "εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν," καθὰ γέγραπται. τί δὲ δὴ πάλιν ἐπὶ τούτοις; "Μωυσῆς "ἐλάλει, φησὶν, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ." Δριμὺς ἔστω πάλιν τῶν εὐμαθεστέρων ὁ νοῦς, ἐπιτηρείτω δὲ ἀκριβῶς τὴν τοῖς θείοις λογίοις ἐνοῦσαν ἀσφάλειαν. λαλεῖ μὲν γὰρ ὁ Μωυσῆς, ἀποκρίνεται δὲ τούτῳ Θεὸς φωνῇ, οὐκ ἰδίᾳ πάντως φωνῇ, τοῦτο γὰρ οὐ φησὶν, ἀλλ' ἁπλῶς τε καὶ ἀπολελυμένως φωνῇ, τῇ διὰ κτύπου ῥημάτων ἀνθρωπινώτερον παραδόξως ἀποτελουμένῃ· περὶ τί γὰρ ἂν τῶν