Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.380
Not analysed yet
γὰρ εἰς νόμον ἡμῖν νοηθήσεται κατὰ τὸ εἰρημένον ὑπό τινος "Ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας." ἡ δέ γε παράστασις ἡ ὑπὸ τὸ ὄρος καταβεβηκότος ἤδη καὶ ὄντος ἐν αὐτῷ τοῦ Θεοῦ, τὴν ἑτοιμότητα τῆς γνώμης καὶ τὸ γοργὸν εἰς δουλείαν τῶν καλουμένων ὑποδηλοῖ, οὐκ ἀνανευόντων τρόπον τινὰ καὶ τοῖς ὑπὲρ δύναμιν καὶ ὑψηλοτέροις ἢ κατὰ τὴν φύσιν προσβαλεῖν, συμπαρόντος αὐτοῖς τοῦ Θεοῦ. τοιοῦτοι δὲ πάντως τοῦ Σωτῆρος οἱ μέτοχοι. διὸ δὴ καὶ τὴν ὑπὲρ ἄνθρωπον μελετῶντες ἀνδρείαν "Τίς ἂν ἡμᾶς χωρίσαι, "φασὶν, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενο"χωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μά"χαιρα;" πάντα γὰρ τοῖς εὐσεβοῦσιν οἰστὰ τὰ δεινὰ διὰ τὴν εἰς Χριστὸν ἀγάπησιν· κἂν ὡς ὄρος ἡ θλίψις ἐγείρηται, παντὸς ἐκεῖνοι κινδύνου κατανεανιεύσονται, καὶ τῆς πρὸς Θεὸν φιλίας τὴν γνώμην οὐκ ἀποστήσουσι. κατελθεῖν δὲ λεγόμενος, οὐκ εἰς χθαμαλόν τινα χῶρον, ἀλλ' ἄνω που πάλιν καὶ ἐν ὄρει φαίνεται Θεὸς, ἵνα δή τι τοιοῦτον ἐννοήσῃς κατὰ σαυτὸν, ὅτι κἂν ταῖς ἡμετέραις διανοίαις ἡ θεία φύσις συγκαταβαίνουσα, ἑαυτὴν ἡμῖν προσάγῃ πρὸς κατανόησιν, ἀλλ' ἔστι πάλιν ἐν τοῖς πολὺ λίαν ὑπὲρ ἡμᾶς καὶ λόγοις καὶ θεωρήμασι. τὸ γὰρ ὑψηλόν τε καὶ ὑπέρτονον τῶν περὶ αὐτῆς δογμάτων διὰ τοῦ ὄρους σημαίνεται, ὃ καὶ σύμπαν ἡμῖν τῷ καπνῷ καταμελαίνεσθαι λέγει. δριμεῖς γὰρ ὄντως καὶ οὐ σφόδρα λαμπροὶ παρ' ἡμῖν οἱ περὶ τῆς θεότητος λόγοι, τὸν τῆς διανοίας ὀφθαλμὸν καπνοῦ δίκην ἀμύττοντες. διὰ τοῦτο Παῦλος μὲν ὁ σοφώτατος ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι βλέπειν ἡμᾶς διεμαρτύρατο· τεθεικέναι δὲ "σκότος ἀποκρυφὴν αὐτοῦ," τὸν Θεὸν δηλονότι, φησί που πάλιν ὁ μελῳδὸς, τῷ τοῦ σκότους ὀνόματι τὴν περὶ αὐτὸν ἀκαταληψίαν ὑποδηλῶν, ἧσπερ ἂν εἰς τύπον ληφθείη καλῶς